[ ]
Phokis — Delphi — ca. 90-100 AD
1 | [ἄρχ]οντος Νι[κ]άν[δ]ρου τοῦ Κ[αλ]λιστράτου, μηνὸς Θεοξενίου, βουλευόντων Ποπλ[ίου] |
Μεμμίου Κριτολάου, Νικάνορος τοῦ Λυσιμάχου, ἀπέδοτο τῷ Ἀπόλλωνι τῷ Πυθίῳ Ζώϊλος Ζωΐ- | |
λου καὶ Σωσικράτεια Σωσινίκου καὶ Δάμων καὶ Ζώϊλος οἱ υἱοὶ σῶμα γυναικῆον, ᾗ ὄνομα Ἐπάκτη, ἐπ’ ἐ- | |
λευθερίᾳ, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἀπέχοντι πᾶσαν, καθὼς ἐπίστευσε τῷ θε- | |
5 | ῷ τὰν ὠνάν, ἐφ’ ᾧτε ἐλευθέραν εἶμεν καὶ ἀνέπαφον ἀπὸ πάντων τὸν πάντα χρόνον, μ[ηδ]ενὶ |
μηδὲν προσήκουσα κατὰ μηδένα τρόπον. εἰ δέ τις ἐφάπτοιτο Ἐπάκτης ἐπὶ καταδουλισμῷ, [βέβαι]- | |
ον παρεχέτω τῷ θεῷ τὰν ὠνὰν οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν | |
ἐξουσίαν ἐχέτω συλέων ἐν ἐλευθερ[ίαν], ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ | |
ζαμίας. καθέστακα δὲ καὶ βεβαιωτῆρα κατὰ τὸν νόμον τὸν υἱὸν Δάμωνα Ζωΐλου. οἴσ[ει] | |
10 | δὲ τοῖς θρεψάντοις κατὰ μῆνα δινάρια δύο. Δάμωνι παιδίον ἐνιαύσ[ιον ․․․․․․․] |
[προσ]βαλοῦσα τὰ τροφεῖα. τιθέμεθα τὴν ὠνὴν εἰς τὸ δημόσιον τεῦχος διὰ τοῦ γραμματέ- | |
ως Ἀντιόχου τοῦ {Ἀπόλλωνος} εἰς τὰ δημόσια τῆς πόλεως γράμματα, τὴν δὲ ἐγχαρά[ξαντες] | |
εἰς τὸ θέατρον. μάρτυρες οἵ τε ἱερεῖς τοῦ Ἀπόλλων[ος Πό]πλιος [Μέ]μμ[ιος Κριτό]λα[ος] | |
Μελισσίων Λαιάδα καὶ ἰδιῶται Ἐπίνικος Νικοστράτου, Διονύσιος Ἑρμο- | |
15 | γένους, Φιλῖνος Φιλείνου. χὶρ {²⁶χεὶρ}²⁶ Ζωΐλου τοῦ Ζωΐλο<υ>. γέγραφα τὰ προγεγραμμένα. |
ἐὰν δέ τι γεννηθῇ ἐξ αἵματος, δώσει ἁμεῖν. χὶρ {²⁶χεὶρ}²⁶ Μνησιθέου τοῦ Ἀνιγένους ὑπὲρ | |
Δάμωνα Ζωΐλου, παρόντος αὐτοῦ καὶ ἐρωτήσαντός με ὑπὲρ αὐτοῦ χέρα γράψαι, | |
ἐπεὶ αὐτὸς γράμματα οὐκ ᾔδει. ὁμολογεῖ Δάμων Ζωΐλου γεγονέναι βεβαιωτὴρ | |
ἐπὶ τᾶς προγεγραμμένας ἀγαθῇ τύχηι ὠνᾶς. |