FD III 6:124
[ ] Phokis — Delphi — ca. 90-100 AD
1 [ἄρχ]οντος Νι[κ]άν[δ]ρου τοῦ Κ[αλ]λιστράτου, μηνὸς Θεοξενίου, βουλευόντων Ποπλ[ίου]
Μεμμίου Κριτολάου, Νικάνορος τοῦ Λυσιμάχου, ἀπέδοτο τῷ Ἀπόλλωνι τῷ Πυθίῳ Ζώϊλος Ζωΐ-
λου καὶ Σωσικράτεια Σωσινίκου καὶ Δάμων καὶ Ζώϊλος οἱ υἱοὶ σῶμα γυναικῆον, ᾗ ὄνομα Ἐπάκτη, ἐπ’ ἐ-
λευθερίᾳ, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἀπέχοντι πᾶσαν, καθὼς ἐπίστευσε τῷ θε-
5 ῷ τὰν ὠνάν, ἐφ’ ᾧτε ἐλευθέραν εἶμεν καὶ ἀνέπαφον ἀπὸ πάντων τὸν πάντα χρόνον, μ[ηδ]ενὶ
μηδὲν προσήκουσα κατὰ μηδένα τρόπον. εἰ δέ τις ἐφάπτοιτο Ἐπάκτης ἐπὶ καταδουλισμῷ, [βέβαι]-
ον παρεχέτω τῷ θεῷ τὰν ὠνὰν οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν
ἐξουσίαν ἐχέτω συλέων ἐν ἐλευθερ[ίαν], ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ
ζαμίας. καθέστακα δὲ καὶ βεβαιωτῆρα κατὰ τὸν νόμον τὸν υἱὸν Δάμωνα Ζωΐλου. οἴσ[ει]
10 δὲ τοῖς θρεψάντοις κατὰ μῆνα δινάρια δύο. Δάμωνι παιδίον ἐνιαύσ[ιον ․․․․․․․]
[προσ]βαλοῦσα τὰ τροφεῖα. τιθέμεθα τὴν ὠνὴν εἰς τὸ δημόσιον τεῦχος διὰ τοῦ γραμματέ-
ως Ἀντιόχου τοῦ {Ἀπόλλωνος} εἰς τὰ δημόσια τῆς πόλεως γράμματα, τὴν δὲ ἐγχαρά[ξαντες]
εἰς τὸ θέατρον. μάρτυρες οἵ τε ἱερεῖς τοῦ Ἀπόλλων[ος Πό]πλιος [Μέ]μμ[ιος Κριτό]λα[ος]
Μελισσίων Λαιάδα καὶ ἰδιῶται Ἐπίνικος Νικοστράτου, Διονύσιος Ἑρμο-
15 γένους, Φιλῖνος Φιλείνου. χὶρ {²⁶χεὶρ}²⁶ Ζωΐλου τοῦ Ζωΐλο<υ>. γέγραφα τὰ προγεγραμμένα.
ἐὰν δέ τι γεννηθῇ ἐξ αἵματος, δώσει ἁμεῖν. χὶρ {²⁶χεὶρ}²⁶ Μνησιθέου τοῦ Ἀνιγένους ὑπὲρ
Δάμωνα Ζωΐλου, παρόντος αὐτοῦ καὶ ἐρωτήσαντός με ὑπὲρ αὐτοῦ χέρα γράψαι,
ἐπεὶ αὐτὸς γράμματα οὐκ ᾔδει. ὁμολογεῖ Δάμων Ζωΐλου γεγονέναι βεβαιωτὴρ
ἐπὶ τᾶς προγεγραμμένας ἀγαθῇ τύχηι ὠνᾶς.
Search Help
Contact Us