[ ]
Phokis — Delphi — ca. 90-100 AD
1 | ἀγαθᾷ τύχᾳ. |
[ἄρχ]οντος ἐν Δελφοῖς Καλλιστράτου τοῦ Καλλιστράτου τὸ τρίτον, μηνὸς Εἰλαίου, βου- | |
[λε]υόντων δὲ τᾶς πόλεος Νεικάνορος τοῦ Λυσιμάχου καὶ Διοδώρου τοῦ Φιλονεί- | |
κου, Μάρκος Μάρκου ․․․․εὺς καὶ ἡ γυνὴ αὐτοῦ Πλουταρχὶς ἐπὶ τούτοις ἀπέδοντο τῷ Ἀπόλλωνι τῷ Πυθίῳ σώ- | |
5 | ματα γυναικῆα τρία, Θίσβη καὶ Ἀλκίππη καὶ Νεικώ, καὶ παιδάριον, ᾧ ὄνομα Ἄ[θ]ινκτος, ἕκα- |
στον αὐτῶν τειμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τειμὰν ἀπέχομεν πᾶσαν, καθὼς | |
ἐπίστευσα<ν> τῷ θεῷ, ἐφ’ ὅτῳ εἶμεν ἐλεύθερα καὶ ἀνέφαπτα ἀπὸ πάντων πάντα [β]ίον | |
τὰ προγεγραμμένα σώματα, ποιοῦντες ἃν θέλωντι. καθέστακα δὲ καὶ βεβαιωτῆρα | |
․․․․․․․․․․․δου. εἰ δέ τις ἐφάπτοιτο ἐπὶ καταδουλισμῷ τῶν προγεγραμ- | |
10 | [μέν]ων ὀνομάτω<ν>, βέβαιον παρεχέτω τῷ θεῷ ὅ τε ἀποδόμενος καὶ ὁ βεβαι- |
ωτήρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύρ[ιος ἔστ]ω συλέων ἐν ἐλευθερίαν τὰ προγεγραμμένα σώματα. παρα[μει]- | |
νάτωσαν δὲ τὰ προγεγραμμένα σώματα Θίσβη καὶ Νικὼ Μάρκῳ γέροντι καὶ Πλουταρχεῖ, καὶ θρεψάτωσα<ν> τῷ υἱῷ | |
Μάρκ[ου ․․․․․] παιδία δύο ἐνιαύσια. παραμεινάτωσαν δὲ Μάρκῳ τῷ υἱῷ Ἄ[θ]ινκτος καὶ Ἀλκίππη. θρεψάτω δὲ Ἀλ- | |
κίππη Λουκίῳ παιδία δύο, Ἄ[θ]ινκτος δὲ δότω Λουκίῳ μετὰ τὴν Μάρκου τελευτὴν δινάρια πεντήκοντα. τιθέμε- | |
15 | θα τὰν ὠνάν, τὰν μὲν ἐς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος ἐγχαράξαντε<ς>, τὰν δὲ εἰς τὸ δημόσιον τεῦχος διὰ τοῦ γραμμ[ατέως] |
τᾶς πόλιος Θεοξένου τοῦ Φιλαιτώλου. μάρτυρες οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Μελισσίων Λαιάδα, Καλλίστρατος Καλλι- | |
στράτου. Πολυτειμίδας Λαιάδα, Ἀστόξενος Διονυσίου, Φιλόνεικος Ζωσίμου. |