FD III 6:123
[ ] Phokis — Delphi — ca. 90-100 AD
1                                ἀγαθᾷ τύχᾳ.
[ἄρχ]οντος ἐν Δελφοῖς Καλλιστράτου τοῦ Καλλιστράτου τὸ τρίτον, μηνὸς Εἰλαίου, βου-
[λε]υόντων δὲ τᾶς πόλεος Νεικάνορος τοῦ Λυσιμάχου καὶ Διοδώρου τοῦ Φιλονεί-
κου, Μάρκος Μάρκου ․․․․εὺς καὶ ἡ γυνὴ αὐτοῦ Πλουταρχὶς ἐπὶ τούτοις ἀπέδοντο τῷ Ἀπόλλωνι τῷ Πυθίῳ σώ-
5 ματα γυναικῆα τρία, Θίσβη καὶ Ἀλκίππη καὶ Νεικώ, καὶ παιδάριον, ᾧ ὄνομα Ἄ[θ]ινκτος, ἕκα-
στον αὐτῶν τειμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τειμὰν ἀπέχομεν πᾶσαν, καθὼς
ἐπίστευσα<ν> τῷ θεῷ, ἐφ’ ὅτῳ εἶμεν ἐλεύθερα καὶ ἀνέφαπτα ἀπὸ πάντων πάντα [β]ίον
τὰ προγεγραμμένα σώματα, ποιοῦντες ἃν θέλωντι. καθέστακα δὲ καὶ βεβαιωτῆρα
․․․․․․․․․․․δου. εἰ δέ τις ἐφάπτοιτο ἐπὶ καταδουλισμῷ τῶν προγεγραμ-
10 [μέν]ων ὀνομάτω<ν>, βέβαιον παρεχέτω τῷ θεῷ ὅ τε ἀποδόμενος καὶ ὁ βεβαι-
ωτήρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύρ[ιος ἔστ]ω συλέων ἐν ἐλευθερίαν τὰ προγεγραμμένα σώματα. παρα[μει]-
νάτωσαν δὲ τὰ προγεγραμμένα σώματα Θίσβη καὶ Νικὼ Μάρκῳ γέροντι καὶ Πλουταρχεῖ, καὶ θρεψάτωσα<ν> τῷ υἱῷ
Μάρκ[ου ․․․․․] παιδία δύο ἐνιαύσια. παραμεινάτωσαν δὲ Μάρκῳ τῷ υἱῷ Ἄ[θ]ινκτος καὶ Ἀλκίππη. θρεψάτω δὲ Ἀλ-
κίππη Λουκίῳ παιδία δύο, Ἄ[θ]ινκτος δὲ δότω Λουκίῳ μετὰ τὴν Μάρκου τελευτὴν δινάρια πεντήκοντα. τιθέμε-
15 θα τὰν ὠνάν, τὰν μὲν ἐς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος ἐγχαράξαντε<ς>, τὰν δὲ εἰς τὸ δημόσιον τεῦχος διὰ τοῦ γραμμ[ατέως]
τᾶς πόλιος Θεοξένου τοῦ Φιλαιτώλου. μάρτυρες οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Μελισσίων Λαιάδα, Καλλίστρατος Καλλι-
στράτου. Πολυτειμίδας Λαιάδα, Ἀστόξενος Διονυσίου, Φιλόνεικος Ζωσίμου.
Search Help
Contact Us