[ ] Phokis — Delphi — 47-75 AD
1         ἀγαθᾶι τύ[χαι].
        [ἄρχον]τος ἐν Δελφοῖς Μην[οδώ]ρου τοῦ
        [Μη]νοδώρου, μηνὸς Ε[ἰλαί]ου, βουλευόντων [․․․․․․․․․․․․․․․․․․․․․․․]
        [․․․․ κ]αὶ Εὐκλε[ίδα] τοῦ Ἀστοξένου, Σω[․․․․․․․․․․․․․․․․․․․․․․]
5 [καὶ Σωτηρίχα ․․․․․․․․․] Δελφοὶ ἀπέδοντο τ[ῷ Ἀπόλλωνι τῷ Πυθίῳ]
[σῶμα γυναικεῖον, ᾇ ὄνομα Διαβούλιον], τειμᾶς ἀργυρίου μ[νᾶν ․․․․․․․, καὶ]
[τὰν τειμὰν ἀπέχει πᾶσαν, καθὼς ἐπίσ]τε<υ>σαν Σ[ω․․․․․․․ καὶ Σωτηρίχα τῷ θεῷ]
[τὰν ὠνάν, ἐφ’ ᾧτε ἐλευθέ]ραν εἶμεν [Διαβούλιον καὶ ἀνέφαπτον ἀπὸ πάν]-
[των τ]ὸν π[άντα χρό]νον, μηδενὶ [μηδὲν προσήκουσαν κατὰ μηδένα τρό]πον.
10 εἰ δέ τις ἐφάπτοιτο ἐπὶ καταδ[ουλισμ]ῷ, βέβαιον [παρεχόντω τῷ θεῷ τὰν ὠνὰν]
οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαιωτήρ, καὶ ὁ παρατυχὼν κύριος ἔσ[τω συλέων]
Διαβούλιον ἐπ’ ἐλευθερίᾳ ἀζάμιος ὢν καὶ ἀνυ%⁸¹πόδικος πάσ[ας δίκας].
τίθεμαι τὴν ὠνὴν κατὰ τὸν νόμον τᾶς πόλιος, τὴν μὲ<ν> εἰς τ[ὸ ἱερὸν το]ῦ̣ [Ἀπόλλω]-
νος ἐνχαράξας, τὴν δὲ εἰς τὸ δημόσιον τεῦχος. καθέστακ[α δὲ καὶ βεβαιωτῆ]-
15 ρα κατὰ τὸν νόμον Μηνόδωρον Μηνοδώρου. χ<ε>ὶρ Μηνοδώρου τοῦ [Μηνοδώρου].
βεβαιωτὴρ ἐπὶ τᾶς προγεγραμμένας ὠνᾶς κατασταθε[ὶς ὑπὸ ․․․․․․․․․․]
[κ]αὶ Σωτηρίχας, συνευαρεστεούσας καὶ Ὀνασιφόρο[υ].
Search Help
Contact Us