[ ]
Phokis — Delphi — 47-66 AD
1 | [ἄρχοντος Μελισσίω]νος τοῦ Διονυ[σίου, μηνὸς Ἐν]- |
[δυσποιτρο]πίου, βουλευόντων Λέ[οντ]ος τοῦ Νει- | |
[κάνορος, Κλε]οτείμου τοῦ Καλλιστράτου, ἀπέδοντο | |
[Πολέμαρχ]ος καὶ Κλεαρέτα τῷ Ἀπόλλωνι τῷ Πυ[θ]ίῳ σῶ- | |
5 | [μα γυν]αικῆον, ᾇ ὄνομα Ἀθηναΐς, τειμᾶς ἀργυ[ρί]ου |
[μνᾶν π]έντε, καὶ τὰν τειμὰν ἀπέχομεν [π]ᾶσαν, | |
[καθὼ]ς ἐπίστευσε τῷ θεῷ τὰν ὠνάν, ἐφ’ ᾧτε ἐλευ- | |
[θέρα]ν εἶμεν καὶ ἀνέπαφον ἀπὸ πάντων τὸν πάντα χρό- | |
νον, μηδενὶ μηδὲν προσήκουσαν κατὰ μη[δ]ένα τρ[ό]- | |
10 | πον. εἰ δέ τις ἐφάπτοιτο ἐπὶ καταδουλισμῷ, βέβαι- |
ον παρ[εχ]όντω τῷ θεῷ τὰν ὠνὰν οἵ τε ἀποδόμε- | |
[νο]ι καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύ- | |
ριος ἔστω συλέων τὸ προγεγραμμένον σῶμα εἰς ἐ- | |
λευθερίαν ἀζάμιος ὢν καὶ ἀν[υ]πόδικος πάσ[α]ς δίκας | |
15 | καὶ ζαμίας. καθεστάκαμεν δὲ καὶ βεβαιωτῆρα κατὰ |
τὸν νόμον τᾶς πόλιος Καλλίστρατον Καλλιστράτου, | |
συνευαρεστέοντος τοῦ υἱοῦ μου Δά- | |
[μ]ωνος. τίθεμαι τὰν ὠνὰν κατὰ τὸν νόμον, τὰ[ν] | |
[μὲν] ἐν τὸ ἱερὸν τοῦ Ἀπόλλωνος ἐνχαράξας, τὰν | |
20 | [δὲ] ἐν τὰ δαμόσια τᾶς πόλιος γράμματα διὰ |
[τ]οῦ γραμματέος Εὐκλέους τοῦ Εὐάνδρου. παρα- | |
μεινάτω δὲ Ἀθηναῒς Κλεαρέτᾳ καὶ Πολεμάρχῳ τὸν | |
τᾶς ζωᾶς χρόνον, ποιοῦσα πᾶν τὸ ἐπιτασσόμενον. | |
μάρτυρες [οἵ τε ἱ]ερ<ε>ῖς τοῦ Ἀπόλλωνος Νείκανδρος Καλ- | |
25 | λιστράτου, Μελισσίων Λαιάδα, Ἐπίνικος Νικοστρά- |
[το]υ, <Σώτας> Εὐκλ<ε>ίδα, Πολυτιμίδας Λαιάδα. χεὶρ Καλ- | |
λιστράτου τοῦ Καλλιστράτου. γέγονα βεβαιω- | |
τὴρ ἐπὶ τᾶς προγεγραμμένας ὠνᾶς καταστα[θεὶς] | |
ὑπὸ Κλεαρέτας καὶ Πολεμάρχου. μάρτυροι οἱ ὑπο[γε]- | |
30 | γραμμένοι. |