[ ] Phokis — Delphi — 47-66 AD
1 [ἄρχοντος Μελισσίω]νος τοῦ Διονυ[σίου, μηνὸς Ἐν]-
[δυσποιτρο]πίου, βουλευόντων Λέ[οντ]ος τοῦ Νει-
[κάνορος, Κλε]οτείμου τοῦ Καλλιστράτου, ἀπέδοντο
[Πολέμαρχ]ος καὶ Κλεαρέτα τῷ Ἀπόλλωνι τῷ Πυ[θ]ίῳ σῶ-
5 [μα γυν]αικῆον, ᾇ ὄνομα Ἀθηναΐς, τειμᾶς ἀργυ[ρί]ου
[μνᾶν π]έντε, καὶ τὰν τειμὰν ἀπέχομεν [π]ᾶσαν,
[καθὼ]ς ἐπίστευσε τῷ θεῷ τὰν ὠνάν, ἐφ’ ᾧτε ἐλευ-
[θέρα]ν εἶμεν καὶ ἀνέπαφον ἀπὸ πάντων τὸν πάντα χρό-
νον, μηδενὶ μηδὲν προσήκουσαν κατὰ μη[δ]ένα τρ[ό]-
10 πον. εἰ δέ τις ἐφάπτοιτο ἐπὶ καταδουλισμῷ, βέβαι-
ον παρ[εχ]όντω τῷ θεῷ τὰν ὠνὰν οἵ τε ἀποδόμε-
[νο]ι καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύ-
ριος ἔστω συλέων τὸ προγεγραμμένον σῶμα εἰς ἐ-
λευθερίαν ἀζάμιος ὢν καὶ ἀν[υ]πόδικος πάσ[α]ς δίκας
15 καὶ ζαμίας. καθεστάκαμεν δὲ καὶ βεβαιωτῆρα κατὰ
τὸν νόμον τᾶς πόλιος Καλλίστρατον Καλλιστράτου,
συνευαρεστέοντος τοῦ υἱοῦ μου Δά-
[μ]ωνος. τίθεμαι τὰν ὠνὰν κατὰ τὸν νόμον, τὰ[ν]
[μὲν] ἐν τὸ ἱερὸν τοῦ Ἀπόλλωνος ἐνχαράξας, τὰν
20 [δὲ] ἐν τὰ δαμόσια τᾶς πόλιος γράμματα διὰ
[τ]οῦ γραμματέος Εὐκλέους τοῦ Εὐάνδρου. παρα-
μεινάτω δὲ Ἀθηναῒς Κλεαρέτᾳ καὶ Πολεμάρχῳ τὸν
τᾶς ζωᾶς χρόνον, ποιοῦσα πᾶν τὸ ἐπιτασσόμενον.
μάρτυρες [οἵ τε ἱ]ερ<ε>ῖς τοῦ Ἀπόλλωνος Νείκανδρος Καλ-
25 λιστράτου, Μελισσίων Λαιάδα, Ἐπίνικος Νικοστρά-
[το]υ, <Σώτας> Εὐκλ<ε>ίδα, Πολυτιμίδας Λαιάδα. χεὶρ Καλ-
λιστράτου τοῦ Καλλιστράτου. γέγονα βεβαιω-
τὴρ ἐπὶ τᾶς προγεγραμμένας ὠνᾶς καταστα[θεὶς]
ὑπὸ Κλεαρέτας καὶ Πολεμάρχου. μάρτυροι οἱ ὑπο[γε]-
30 γραμμένοι.
Search Help
Contact Us