[ ]
Phokis — Delphi — 47-66 AD
| 1 | [ἄρχοντος Μελισσίω]νος τοῦ Διονυ[σίου, μηνὸς Ἐν]- |
| [δυσποιτρο]πίου, βουλευόντων Λέ[οντ]ος τοῦ Νει- | |
| [κάνορος, Κλε]οτείμου τοῦ Καλλιστράτου, ἀπέδοντο | |
| [Πολέμαρχ]ος καὶ Κλεαρέτα τῷ Ἀπόλλωνι τῷ Πυ[θ]ίῳ σῶ- | |
| 5 | [μα γυν]αικῆον, ᾇ ὄνομα Ἀθηναΐς, τειμᾶς ἀργυ[ρί]ου |
| [μνᾶν π]έντε, καὶ τὰν τειμὰν ἀπέχομεν [π]ᾶσαν, | |
| [καθὼ]ς ἐπίστευσε τῷ θεῷ τὰν ὠνάν, ἐφ’ ᾧτε ἐλευ- | |
| [θέρα]ν εἶμεν καὶ ἀνέπαφον ἀπὸ πάντων τὸν πάντα χρό- | |
| νον, μηδενὶ μηδὲν προσήκουσαν κατὰ μη[δ]ένα τρ[ό]- | |
| 10 | πον. εἰ δέ τις ἐφάπτοιτο ἐπὶ καταδουλισμῷ, βέβαι- |
| ον παρ[εχ]όντω τῷ θεῷ τὰν ὠνὰν οἵ τε ἀποδόμε- | |
| [νο]ι καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύ- | |
| ριος ἔστω συλέων τὸ προγεγραμμένον σῶμα εἰς ἐ- | |
| λευθερίαν ἀζάμιος ὢν καὶ ἀν[υ]πόδικος πάσ[α]ς δίκας | |
| 15 | καὶ ζαμίας. καθεστάκαμεν δὲ καὶ βεβαιωτῆρα κατὰ |
| τὸν νόμον τᾶς πόλιος Καλλίστρατον Καλλιστράτου, | |
| συνευαρεστέοντος τοῦ υἱοῦ μου Δά- | |
| [μ]ωνος. τίθεμαι τὰν ὠνὰν κατὰ τὸν νόμον, τὰ[ν] | |
| [μὲν] ἐν τὸ ἱερὸν τοῦ Ἀπόλλωνος ἐνχαράξας, τὰν | |
| 20 | [δὲ] ἐν τὰ δαμόσια τᾶς πόλιος γράμματα διὰ |
| [τ]οῦ γραμματέος Εὐκλέους τοῦ Εὐάνδρου. παρα- | |
| μεινάτω δὲ Ἀθηναῒς Κλεαρέτᾳ καὶ Πολεμάρχῳ τὸν | |
| τᾶς ζωᾶς χρόνον, ποιοῦσα πᾶν τὸ ἐπιτασσόμενον. | |
| μάρτυρες [οἵ τε ἱ]ερ<ε>ῖς τοῦ Ἀπόλλωνος Νείκανδρος Καλ- | |
| 25 | λιστράτου, Μελισσίων Λαιάδα, Ἐπίνικος Νικοστρά- |
| [το]υ, <Σώτας> Εὐκλ<ε>ίδα, Πολυτιμίδας Λαιάδα. χεὶρ Καλ- | |
| λιστράτου τοῦ Καλλιστράτου. γέγονα βεβαιω- | |
| τὴρ ἐπὶ τᾶς προγεγραμμένας ὠνᾶς καταστα[θεὶς] | |
| ὑπὸ Κλεαρέτας καὶ Πολεμάρχου. μάρτυροι οἱ ὑπο[γε]- | |
| 30 | γραμμένοι. |