[ ]
Phokis — Delphi — ca. 50 AD — SEG 33.431 — Mulliez — BCH 107.1983.440-45,4
1 | [ἀγαθ]ᾷ τύχᾳ. |
ἄρχοντ[ος Λαι]ά̣δα τοῦ Μελισσίωνος, μην[ὸς] | |
Ἐνδυσποιτροπί[ου, βου]λευόντων Λυσιμάχου τοῦ Νεικάν[ο]- | |
ρος, Εὐκλέο[υς] τοῦ Εὐάνδρου, ἀπέδοτο Σωσίπατρος | |
5 | Σωσιπάτρου, συνευαρεστέοντος καὶ τοῦ υἱοῦ μου Σωσι- |
πάτρου, τῷ Ἀπόλλωνι τῷ Πυθ̣ίῳ ἐπ’ ἐλευθερίᾳ τὸν ἴδιον θρ- | |
επτὸν Τρύφωνα, τειμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν | |
τειμὰν ἀπέχω π[ᾶ]σαν, καθὼς ἐπίστευσε Τρύφων τῷ θε- | |
ῷ τὰν ὠνάν, ἐφ’ ᾧτε [ἐ]λεύθερον εἶμεν Τρύφωνα καὶ ἀνέφα- | |
10 | πτον τὸν πάντα [χρ]όνον· εἰ δέ τις ἐφάπτοιτο Τρύφωνος |
ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχόντω τῷ θεῷ τὰν ὠνάν | |
ὃ τε ἀποδόμε[νος] καὶ ὁ βεβαιωτήρ· ὁμοίως δὲ καὶ ὁ παρατυ- | |
χὼν κύρι[ο]ς ἔ[στω συ]λέων Τρύφωνα ἐλεύθερον, ἀζάμιος | |
ὢν καὶ ἀνυ̣[πόδικος· π]αραμεινάτω δὲ Τρύφων Σωσιπά- | |
15 | τρῳ κ̣[αὶ Ἐ]π[ικτήσει τὸν τᾶς] ζω̣ᾶ̣ς χρόνον, ποιῶν τὸ |
ἐπιτασ[σόμενον ἀνεγκλήτως· εἰ δὲ μὴ π]οέοι, ἐξουσίαν ἐχέτω | |
Σωσίπα[τρος κ]αὶ Ἐπίκτησις ἐπιτειμέο[ν]- | |
[τ]ες [τ]ρόπῳ ᾧ κα θέλωντι· καθέστακα δὲ καὶ | |
[β]εβα[ι]ωτ[ῆρα κ]ατὰ τοὺς νόμους [τᾶς] πόλι- | |
20 | ο[ς] Σώσανδρ[ον Σω]σάνδρου· τί[θ]εμαι τὰν [ὠ]- |
νὰν ἐν̣ [τὸ] ἱερ[ὸ]ν τοῦ Ἀπόλλωνος ἐνχαρά[ξ]ας̣, τ[ὰ]ν | |
δὲ ἑτέραν διὰ [τ]οῦ [γρα]μ̣ματέος Λέωνος τοῦ Νει- | |
[κ]άνορο[ς εἰς τ]ὰ [τ]ῆς πόλεως γράμματα. | |
χεὶρ [Σωσάνδρ]ου τοῦ Σωσάνδρου· γέγονα [β]εβαιω- | |
25 | τὴ[ρ] κ[ατασταθ]ε[ὶς] ὑπὸ Σωσιπ̣ά̣τρου τοῦ Σωσιπά- |
τρου [ἐπὶ τᾶς προγε]γραμμένας ὠνᾶς, συνευαρε[σ]τ̣έ̣- | |
[οντος Σωσιπάτρου] τοῦ Σωσιπάτρου· χε<ὶ>ρ Σ[ω]- | |
[σ]ιπάτρου [τ]ο[ῦ] Σ̣ωσιπάτρου· ὁμολογῶ συνε[υα]ρε̣στεῖν | |
[το]ῖς ἐν τῇ ὠν[ῇ] κατα̣γε̣γρ[αμ]μένοις πᾶσι· μάρτ[υρ]ε[ς ο]ἱ ἱερεῖς τοῦ Ἀπό- | |
30 | [λω]νος Νείκ̣α̣νδρ(ος) Καλ[λ]ι̣σ̣τρ<άτ>ου, Μελισσίων Λαιάδα, Τ[ιμ]αγένης Νεικάν- |
[δ]ρ̣ου, Σ[— — — — — — — — — —]Υ[— — —], Δάμων Πολε[μάρχου] |