[ ] Phokis — Delphi — ca. 50 AD — SEG 33.431 — Mulliez — BCH 107.1983.440-45,4
1 [ἀγαθ]ᾷ τύχᾳ.
ἄρχοντ[ος Λαι]ά̣δα τοῦ Μελισσίωνος, μην[ὸς]
Ἐνδυσποιτροπί[ου, βου]λευόντων Λυσιμάχου τοῦ Νεικάν[ο]-
ρος, Εὐκλέο[υς] τοῦ Εὐάνδρου, ἀπέδοτο Σωσίπατρος
5 Σωσιπάτρου, συνευαρεστέοντος καὶ τοῦ υἱοῦ μου Σωσι-
πάτρου, τῷ Ἀπόλλωνι τῷ Πυθ̣ίῳ ἐπ’ ἐλευθερίᾳ τὸν ἴδιον θρ-
επτὸν Τρύφωνα, τειμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν
τειμὰν ἀπέχω π[ᾶ]σαν, καθὼς ἐπίστευσε Τρύφων τῷ θε-
ῷ τὰν ὠνάν, ἐφ’ ᾧτε [ἐ]λεύθερον εἶμεν Τρύφωνα καὶ ἀνέφα-
10 πτον τὸν πάντα [χρ]όνον· εἰ δέ τις ἐφάπτοιτο Τρύφωνος
ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχόντω τῷ θεῷ τὰν ὠνάν
ὃ τε ἀποδόμε[νος] καὶ ὁ βεβαιωτήρ· ὁμοίως δὲ καὶ ὁ παρατυ-
χὼν κύρι[ο]ς ἔ[στω συ]λέων Τρύφωνα ἐλεύθερον, ἀζάμιος
ὢν καὶ ἀνυ̣[πόδικος· π]αραμεινάτω δὲ Τρύφων Σωσιπά-
15 τρῳ κ̣[αὶ Ἐ]π[ικτήσει τὸν τᾶς] ζω̣ᾶ̣ς χρόνον, ποιῶν τὸ
ἐπιτασ[σόμενον ἀνεγκλήτως· εἰ δὲ μὴ π]οέοι, ἐξουσίαν ἐχέτω
Σωσίπα[τρος κ]αὶ Ἐπίκτησις ἐπιτειμέο[ν]-
[τ]ες [τ]ρόπῳ ᾧ κα θέλωντι· καθέστακα δὲ καὶ
[β]εβα[ι]ωτ[ῆρα κ]ατὰ τοὺς νόμους [τᾶς] πόλι-
20 ο[ς] Σώσανδρ[ον Σω]σάνδρου· τί[θ]εμαι τὰν [ὠ]-
νὰν ἐν̣ [τὸ] ἱερ[ὸ]ν τοῦ Ἀπόλλωνος ἐνχαρά[ξ]ας̣, τ[ὰ]ν
δὲ ἑτέραν διὰ [τ]οῦ [γρα]μ̣ματέος Λέωνος τοῦ Νει-
[κ]άνορο[ς εἰς τ][τ]ῆς πόλεως γράμματα.
χεὶρ [Σωσάνδρ]ου τοῦ Σωσάνδρου· γέγονα [β]εβαιω-
25 τὴ[ρ] κ[ατασταθ]ε[ὶς] ὑπὸ Σωσιπ̣ά̣τρου τοῦ Σωσιπά-
τρου [ἐπὶ τᾶς προγε]γραμμένας ὠνᾶς, συνευαρε[σ]τ̣έ̣-
[οντος Σωσιπάτρου] τοῦ Σωσιπάτρου· χε<ὶ>ρ Σ[ω]-
[σ]ιπάτρου [τ]ο[ῦ] Σ̣ωσιπάτρου· ὁμολογῶ συνε[υα]ρε̣στεῖν
[το]ῖς ἐν τῇ ὠν[ῇ] κατα̣γε̣γρμ]μένοις πᾶσι· μάρτ[υρ]ε[ς ο]ἱ ἱερεῖς τοῦ Ἀπό-
30 [λω]νος Νείκ̣α̣νδρ(ος) Καλ[λ]ι̣σ̣τρ<άτ>ου, Μελισσίων Λαιάδα, Τ[ιμ]αγένης Νεικάν-
[δ]ρ̣ου, Σ[— — — — — — — — — —]Υ[— — —], Δάμων Πολε[μάρχου]
Search Help
Contact Us