[ ]
Phokis — Delphi — 20-46 AD
1 | [ἀγαθᾷ τύ]χᾳ. |
ἄρχοντ[ος Λαιά]δα τοῦ Μελισσίωνος, μην[ὸς] | |
Ἐνδυσποιτροπί[ου, βου]λευόντων Λυσιμάχου τοῦ Νεικά[νο]- | |
ρος, Εὐκλέο[υς] τοῦ Εὐάνδρου, ἀπέδοτο Σωσίπατρος | |
5 | Σωσιπάτρου, συνευαρεστέοντος καὶ τοῦ υἱοῦ μου Σωσι- |
πάτρου, τῷ Ἀπόλλωνι τῷ Πυθίῳ ἐπ’ ἐλευθερίᾳ τὸν ἴδιον θρ[ε]- | |
πτὸν Τρύφωνα, τειμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν | |
τειμὰν ἀπέχω π[ᾶ]σαν, καθὼς ἐπίστευσε Τρύφων τῷ θε[ῷ] | |
τὰν ὠνάν, ἐφ’ ᾧτε [ἐ]λεύθερον εἶμεν Τρύφωνα καὶ ἀνέφα- | |
10 | πτον τὸν πάν[τα χρ]όνον. εἰ δέ τις ἐφάπτοιτο Τρύφωνος |
ἐπὶ καταδουλισ[μ]ῷ, βέβαιον παρεχόντω τῷ θεῷ τὰν ὠνὰν | |
ὅ τε ἀποδόμε[νος] καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ ὁ παρατυ- | |
χ̣ὼν κ[ύριος ἔστω συ]λέων Τρύφωνα ἐλεύθερον, ἀζάμιος | |
ὢν καὶ ἀν[υπόδικος πάσας δίκας. π]αραμεινάτω δὲ Τρύφων Σωσιπά- | |
15 | [τρῳ ․․․․․․ πάντα τὸν τᾶς] ζωᾶς χρόνον, ποιῶν πᾶν τὸ |
ἐπιτασ[σόμενον ἀνεγκλήτως. εἰ δὲ μὴ π]οέοι, ἐξουσίαν ἐχέτω ․․․․․ |