[ ] Phokis — Delphi — 121-108 BC
1 ἄρχοντος Διο[δώρο]υ, μηνὸς Ἐνδυσποιτροπίου, βουλευόντων [τὰν]
δευτέραν ἑξάμη[ν]ον Καλλιδάμου τοῦ Ἀμ[φιστρά]του, Σωτύλου τοῦ
Σωστράτου, γραμματεύοντος δὲ τᾶς βουλᾶς Φιλονίκου τοῦ Μενεδάμο[υ],
ἐπὶ τοῖσδε ἀπέδοντο Ἀπολλώνιος καὶ Φίλα τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀν-
5 δρεῖον, ὧι ὄνομα Θεοδόσιος τὸ γένος Γαλάταν, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, [καὶ]
τὰν τιμὰν ἔχοντι πᾶσαν οἱ βεβαιωτῆρες κατὰ τοὺς νόμους τᾶς πόλιος Μνασί-
θεος Διοδώρου, Ἁγίων Πολυκλείτου, καθ[ὼ]ς ἐπίστευσε Θεοδόσιος τὰν ὠνὰν τῶι
θεῶι, ἐφ’ ᾧτε ἐλεύθερον εἶμεν καὶ ἀνέφαπτον Θεοδόσιον ἀπὸ vac. πάντων τὸν πάν-
τα βίον, ποιέοντα ὅ κα θέλῃ καὶ ἀποτρέχον[τ]α οἷς κα θέλῃ. εἰ δέ τις ἐ[φά]πτοιτο ἐπ[ὶ κ]ατ[α]-
10 δουλισμῶι Θεοδοσίου, βέβαιον παρεχόντω τὰν ὠνὰν τῶι θεῶι οἱ ἀποδόμε-
νοι Ἀπολλώνιος καὶ Φίλα καὶ βεβαιωτῆρε[ς] Μνασίθεος καὶ [Ἁγ]ίων. εἰ δὲ μὴ παρέ-
χ[οι]ν βέβαιον τὰν ὠνὰν τῶι θεῶι, πράκτιμοι ἐόντω κατὰ τὸν νόμον τᾶς πόλι-
ος. ὁμοίως [δὲ] καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντω συλέοντες Θεοδόσιον
ὡς ἐλεύθερον ὄντα ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζα-
15 μίας. παραμεινάτω δὲ Θεοδόσιος παρὰ Ἀπολλώνιον καὶ Φίλαν, ποιῶν τὸ
ἐπιτασσόμενον τὸ δυνατὸν πᾶν ἀνενκλήτως, ἕως κα ζῶντι Ἀπολλώνιος
καὶ Φίλα. εἰ δὲ μὴ ποιέο[ι] ἢ μὴ παραμένοι, καθὼς γέγραπται, κύριοι ἐόντω
ἐπιτιμέοντες Ἀπολλώνι<ος> καὶ Φίλα Θεοδοσί[ωι τρόπωι ὧ]ι κα θέλωντι
πλὰν μὴ πολέοντες. μάρτυροι οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος [Π]ατρέας τοῦ Ἀνδρο-
20 νίκου, Ἁγίων Ἐχεφύλου [κ]αὶ βουλευταὶ Κ[αλ]λίδαμος, Σωτ[ύλ]ος, Φιλόνικος,
καὶ ἰδιῶται Σώστρατος Σωτύλου, [Φ]α[ῖ]νις Γοργίλου, Ὀνάσιμος Ἀντιόχου,
Ξενοκράτης [Ἀγη]σιλάου, Ξεν[ό]κριτος Στησιμένεος.
Search Help
Contact Us