[ ] Phokis — Delphi — 47-66 AD
1                  ἀγαθᾷ τύχᾳ.
ἄρχοντος ἐν Δελφοῖς Ἀστοξένου τοῦ Διονυσίου, μηνὸς Βοαθόου,
βουλευόντων δὲ Θεοξνου τοῦ Θεοξένου καὶ Μνησιθέου τοῦ
Ἀντιγένη, Σώτας Καλλικράτους καὶ Σωτηρίχα Φιλοτίμου Φυσκῖς, συνεπευδο-
5 κεόντων τῶν υἱῶν αὐτῶν Σωκράτη καὶ Θεοφίλου, ἀπέδοντο τῷ Ἀπό-
λλωνι τῷ Πυθίῳ σῶμα γυναικῆον, ᾇ ὄνουμα {²⁶ὄνομα}²⁶ <Ὀ>νασίφορον, τειμᾶς
ἀργυρίου μν<ᾶ>ν τριῶν, καὶ τὰν τειμὰν ἀπέχουσιν πᾶσαν. ἀπέδοντο
δὲ ἐπὶ τοῖσδε, ὥστε εἶμεν τὸ προγεγραμ<μ>ένον σῶμα ἐλεύθερον, ἀπρ-
όσηκον, μηδενὶ μηδὲν προσῆκον. εἰ δέ τις ἐφάψοιτο τοῦ προγεγραμμένου
10 σώματος ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχέτω τῷ θεῷ τὰν ὠνὰν οἵ τε
ἀποδόμενοι καὶ ὁ βεβαι[ω]τήρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συ-
λέων καὶ ἀφαιρούμενος Ὀνασίφορον ἐπ’ ἐλευθερίᾳ, ἀζάμιος ὢν καὶ ἀνυπεύθυνος πά-
σας δίκας καὶ ζαμίας. τιθέμεθα τὴν ὠνήν, τὴν μὲν εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος ἐν-
χαρά<ξ>αντε<ς>, τ<ὴ>ν <δ>ὲ εἰς τὸ δημόσιον τεῦχος διὰ τοῦ γραμ<μ>ατέως Λέωνος τοῦ Νεικάνο-
15 ρος. καθέστακαν δὲ καὶ βεβαιω[τ]ῆρα κατὰ τὸν νόμον τᾶς πόλιος Λέωνα
Ζωΐλου Δελφόν. χειρόγραφον Λέωνος τοῦ Ζωΐλου. γέγονα βεβαιωτὴρ
ἐπὶ τᾶς προγεγραμ<μ>ένας ὠνᾶς κατασταθεὶς ὑπὸ Σώτα τοῦ Καλλικράτους καὶ Σωτηρίχας τᾶς
Φιλοτείμου. μάρτυρες οἱ αὐτοί, οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Μελισ<σ>ίων Λαιάδα, Θεοκλ[ῆς]
Θεοκλέους, καὶ τῶν πολιτᾶν Ξεναγόρας Ἁβρομάχου, Θεό[ξ]ενος Θεοξένου.
Search Help
Contact Us