[ ]
Phokis — Delphi — 20-1 BC
1 | [ἄρχ]οντ[ος Τιμολέωνος τοῦ Ἐμμ]εν[ί]δα, μηνὸς Β[․․․․․․․․ βουλευόντων Νικάνορος τοῦ] |
[Λυσι]μ[άχου, Ἀθάμβου] τοῦ Πολυ[τ]ιμίδα, [ἀπέδοτο ․․․․․․․․․․․ Ἀπόλλωνι τῷ Πυ]- | |
θίῳ ἐπ’ ἐλευθερίᾳ σῶμα γυναικῆον, ᾧ ὄνομα [Ὀνασίφορον, τιμᾶς ἀργυρίου μνᾶν] | |
τριῶν, καὶ τὰν τιμὰν ἀπέχω πᾶσαν, κα[θ]ὼς [ἐπίστευσεν Ὀνασίφορο]- | |
5 | ν τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ᾧτε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πά- |
ντων τὸν πάντα βίον. βεβαιωτὴρ κατὰ τοὺς νό[μους τᾶς πόλεως ․․․․․․․․․] | |
․․ω․․․․. εἰ δέ τις ἐφάπτοιτο [Ὀ]να[σ]ι[φ]όρο[υ ἐπὶ καταδουλισμῷ, βέβα]- | |
ιον παρεχέτω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμεν[ος καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ] | |
καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων Ὀνασίφορον [ἐλευθέραν οὖσαν ἀζάμιος] | |
10 | ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. [μάρτυρες οἵ τε ἱερεῖς τοῦ] |
Ἀπόλλωνος τοῦ Πυθίου Φίλων Στρατάγου, Πολέ[μαρχος Δάμωνος, καὶ ἰδιῶ]- | |
ται Σέλευκος καὶ Φιλόξενος Φιλαιτώλου, | |
Δωρόθεος Ἀνδρ[ο]κ[λέος, Μέναν]δρος Μενάνδρου. |