[ ] Phokis — Delphi — 20-1 BC
1 [ἄρχ]οντ[ος Τιμολέωνος τοῦ Ἐμμ]εν[ί]δα, μηνὸς Β[․․․․․․․․ βουλευόντων Νικάνορος τοῦ]
[Λυσι]μ[άχου, Ἀθάμβου] τοῦ Πολυ[τ]ιμίδα, [ἀπέδοτο ․․․․․․․․․․․ Ἀπόλλωνι τῷ Πυ]-
θίῳ ἐπ’ ἐλευθερίᾳ σῶμα γυναικῆον, ᾧ ὄνομα [Ὀνασίφορον, τιμᾶς ἀργυρίου μνᾶν]
τριῶν, καὶ τὰν τιμὰν ἀπέχω πᾶσαν, κα[θ]ὼς [ἐπίστευσεν Ὀνασίφορο]-
5 ν τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ᾧτε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πά-
ντων τὸν πάντα βίον. βεβαιωτὴρ κατὰ τοὺς νό[μους τᾶς πόλεως ․․․․․․․․․]
․․ω․․․․. εἰ δέ τις ἐφάπτοιτο [Ὀ]να[σ]ι[φ]όρο[υ ἐπὶ καταδουλισμῷ, βέβα]-
ιον παρεχέτω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμεν[ος καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ]
καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων Ὀνασίφορον [ἐλευθέραν οὖσαν ἀζάμιος]
10 ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. [μάρτυρες οἵ τε ἱερεῖς τοῦ]
Ἀπόλλωνος τοῦ Πυθίου Φίλων Στρατάγου, Πολέ[μαρχος Δάμωνος, καὶ ἰδιῶ]-
           ται Σέλευκος καὶ Φιλόξενος Φιλαιτώλου,
           Δωρόθεος Ἀνδρ[ο]κ[λέος, Μέναν]δρος Μενάνδρου.
Search Help
Contact Us