[ ] Phokis — Delphi — 138/7 BC
1 [ἄρ]χοντο[ς ἐν Δελφοῖς Τιμ]οκρίτου τοῦ Ε[ὐκ]λείδα, μηνὸς
Ἡρακλε<ί>ου, βο[υλευόντ]ων τὰν δευτέραν ἑξάμηνον
Ἀριστίωνος τ[οῦ Ἀναξα]νδρίδα, Πραόχου τοῦ Ἀρχελάου, γρα-
μματεύοντος δ[ὲ Πάτρω]νος, ἐν δὲ Μυανίᾳ ἄρχοντος Ἀριστίω-
5 νος τοῦ Νίκωνος, μη[νὸς ․․․․․․]ου, ἀπέδοτο Φιλόδαμος Δίωνος Μυαν-
εὺς τῶι Ἀπόλλωνι τ[ῶι Πυθί]ωι σῶμα γυναικεῖον, ἇι ὄνομα Φερετίμ[α],
τιμᾶς ἀργυρίου μν[ᾶν τεσ]σάρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιωτῆ-
ρες κατὰ τὸ σύμβολ[ον Δίων] Λαπείθεος Μυανεύς, Μαντίας Κλεοδάμου
Δελφός. εἰ δέ τις ἐφάπ[τοιτο Φερ]ετ[ίμ]ας ἐπὶ καταδουλισμῶι, κυρία ἔστ̣[ω] συλ-
10 έουσα [α]ὐτοσαυτὰν [καὶ ἄλλος] ὁ πα%⁸¹ρατυχὼν κύριος ἔστω συλέ{σ}ων {²⁶συλέων}²⁶ ἀζάμι-
[ο]ς [ὢ]ν καὶ ἀνυπόδικ̣[ος] δίκα[ς] καὶ ζαμίας, καθὼς κα συλάσῃ. τὸν δ̣’ ἐ-
π̣αυλισμόν, ὃν ἔχει, Ἰολ[ά]ω̣ι ἐάτω καὶ παρὰ Φιλόδαμον Φερετίμα ἐχέ[τ]ω ἴ-
διον πᾶν. μάρτυροι οἱ <ἱερεῖς> [τοῦ] Ἀπόλλ[ωνο]ς Ἄρχων, Ἄθαμβος, καὶ οἱ ἄρχοντες [Ἀρ]ισ-
τίων, Πράοχος, καὶ ὁ γ[ρ]α̣[μματ]εὺς Π̣[άτρ]ων, καὶ ἰδιῶται Ἀθανίων, Ξενίας, [Χαρίξε]-
15 νος Ἀλέξων̣ος, Τιμό[κριτος, Μαντίας Κλ]ε̣οδάμου Μυανε[ῖ]ς̣.
Search Help
Contact Us