[ ] Phokis — Delphi — ca. 75-100 AD
1 ἀγαθᾷ τύχᾳ.
ἄρχον{τον}τος {²⁶ἄρχοντος}²⁶ Ἀντιγένους τοῦ
Ἀρχία, μηνὸς Ἀμαλίου, βουλευόντων
Κριτολάου τοῦ Κριτολάου καὶ Σωσιπάτρου
5 τοῦ Σωσιπά[τρ]ου, ἀπέδοτο Σωτήριχος Εὐφροσύ-
νου καὶ Σωτηρίχα Παραμόνου τὰν ἰδίαν θρεπτὰν
Ὀνασίφορον τῷ Ἀπόλλωνι τῷ Πυθίῳ ἐπ’ ἐ-
λευθερίᾳ, τιμᾶς ἀργυρίου [μν]ᾶν τριῶν, καὶ
τὰν τιμὰν ἀπέχομεν πᾶ[σαν], ἐπ[ὶ] τῷ ἐλευ-
10 θέραν εἶμεν Ὀνασίφορο[ν κα]ὶ ἀνέπαφον
ἀπὸ πάντων τὸν πάντα χρόνον, μηδενὶ
μηδὲν ποθήκουσαν κατὰ μηδένα τρό-
πον. εἰ δέ τις Ὀνασιφόρου ἐπὶ καταδου-
λισμῷ ἐφάψοιτο, βέβαιον παρεχέτω-
15 σαν τὰν ὠνὰν τῷ θεῷ οἵ τε ἀποδόμε-
νοι καὶ ὁ βεβαιωτήρ. ὡσαύτως δὲ καὶ ὁ
B[O]ULO/MENOS E)COUSI/AN E)XE/TW A)FAI-
ρείμενος ἐπ’ ἐλευθερίᾳ Ὀνασίφορον,
ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσα-
20 ς δίκας καὶ ζαμίας. καθεστάκαμεν δὲ
[κ]αὶ βεβαιωτῆρα κατὰ τοὺς τᾶς πόλιος
[ν]όμους Κριτόλαον Κριτολάου. τὰν ὠ-
[ν]ὰν τιθέμεθα, τὰν μὲν ἰς τὸ ἱερὸν
[τ]οῦ Ἀπόλλ%⁸¹ωνος τοῦ Π[υ]θίου ἐνχα-
25 ράξαντες, τὰν δὲ γράψαντος Πολυ-
τιμίδα εἰς τὰ δημόσια γράμματα,
ἐπ<ε>ὶ αὐτοὶ γράμματα οὐκ ᾔδ[ειμ]εν,
διὰ τοῦ γραμματέως Ξεναγόρα τοῦ
Ἁβρομάχου. μάρτυρες οἵ τε ἱερεῖς το[ῦ]
30 [Πυθίου Ἀπ]όλλων[ο]ς Νίκαν-
[δρος Καλλιστράτου ․․․․․․․]
Search Help
Contact Us