[ ] Phokis — Delphi — 47-66 AD
1            ἀγαθᾷ τύχᾳ. vac. ἄρχοντος Καλλιστράτου τοῦ Καλλι-
στράτου τὸ δεύτερον, μηνὸς Θεοξενίου, βουλευόντων Θεο-
κλέους τοῦ Θεοκλέους καὶ Δάμωνος τοῦ Πολεμάρχου, ἀπέδοντο
Διονύσιος Διονυσίου καὶ Μελιτίνη Τιμ<ῶ>ς τῷ Ἀπόλλωνι τῷ Πυθίῳ ἐπ’ ἐλευ-
5 θερίᾳ τὸν ἴδιον θρεπτὸν Ἀλέξανδρον, τιμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ
τὰν τειμὰν ἀπέχομεν πᾶσαν, καθὼς ἐπίστευσεν Ἀλέξανδρος τῷ θεῷ
τὰν ὠνάν, ἐφ’ ᾧτε ἐλεύθερον εἶμεν Ἀλέξανδρον καὶ ἀνέφαπτον ἀπὸ πάν-
TWN TO\N PA/NTA XRO/NON, MHDENI\ MHDE\N PROSH/KONTA KATA\ MHDE/NA TRO/PON.
εἰ δέ τις ἐφάπτοιτο Ἀλεξάνδρου ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχόντω τῷ θεῷ
10 τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω
συλέων Ἀλέξανδρον ἐλεύθερον, ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ
ζαμίας. παραμεινάτω δὲ Ἀλέξανδρος Διονυσίῳ καὶ Μελιτίνῃ τὸν τᾶς ζωᾶς χρόνον,
ποιῶν πᾶν τὸ ἐπιτασσόμενον. εἰ δὲ μὴ ποιέοι, ἐξουσίαν ἐχέτω Διονύσιος καὶ Με-
λιτίνη ἐπιτιμέοντες τρόπῳ ᾧ κα θέλ<ω>ντι. εἰ δέ τι τῶν ἀνθρωπίνων γένηται
15 περὶ τὸν ἕτερον {γένηται} καὶ μὴ θέλῃ παραμεῖναι Ἀλέξανδρος, ἀποτ<ε>ι-
σάτω δινάρια τριακόσια. καθέστακα δὲ καὶ βεβαιωτῆρα κατὰ τοὺς νό-
μους τᾶς πόλιος Ἐ[πί]νικον Νικοστράτου. τιθέμεθα τὰν ὠνὰν ․․․․․․․․․
Search Help
Contact Us