[ ]
Phokis — Delphi — 47-66 AD
1 | ἀγαθᾷ τύχᾳ. |
ἄρχοντος Θεοκλέους τοῦ Θεοκλέους τὸ τρ[ίτο]ν, μηνὸς Ἀπελλαίου, βουλευόντων | |
δὲ Λέωνος τοῦ Νικάνορος καὶ Λαιάδα τοῦ Μελισσίωνος, Μοῦσα Διοδώρου Δελφὴ | |
ἀπέδοτο τῷ θεῷ Ἀπόλλωνι Πυθίῳ σώματα δύο, οἷς ὀνόματα Συνφέρουσα | |
5 | καὶ Τύραννο<ς>, τιμᾶς ἀργυρίου μνῶν τεσσάρων, καὶ τὰν τιμὰν ἀπέχω πᾶσαν, |
καθὼς ἐπίστευσα[ν] τῷ θεῷ τὰν ὠνὰν Συνφέρουσα καὶ Τύραννος, ἐφ’ οἷς ἐλεύθεροι εἶ- | |
μεν καὶ ἀνέφαπτοι τὸν πάντα βίον ἀπὸ πάντων, μηδενὶ μηδὲν προσήκοντες κα- | |
τὰ μηδένα τρόπον. εἰ δέ τις ἐφάπτοιτο ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχόντω τῷ θε- | |
ῷ τὰν ὠνὰν οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαιωτήρ, καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων Συν- | |
10 | φέρουσαν καὶ Τύραννον ὡς ἐλευθέρους ὄντας, ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμία- |
[ς]. τίθεμαι τὴν ὠνὴν κατὰ <τ>ὸν νόμο<ν>, τὴν μὲν ἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος ἐνχαράξα<σα>, τὴν δὲ | |
[ἰ]ς τὸ δημόσιον τεῦχος. καθέστακα δὲ καὶ βεβαιωτῆρα κατὰ τὸν νόμον τᾶς πόλιος | |
Σάτυρον Ζωΐλου Δελφόν. χεὶρ Σατύρου. γέγονα{ι} βεβαιωτὴς ἐπὶ τᾶς προγεγραμμένας | |
ὠνᾶς κατασταθεὶς ὑπὸ Μούσας. μάρτυρες ὁ ἱερεὺς Νίκανδρος Καλλιστράτου, Τειμ[α]- | |
15 | γένης Νικάνδρου, Ἀγάθων Εὐκάρπου vac. Μοῦσα καὶ ὑπὸ Εἰλαρίωνος. |