[ ]
Phokis — Delphi — 101/0-94/3 BC
| 1 | ἄρχοντος Δάμωνος, μηνὸς Ἡραίου, βουλευόντων Αἰακίδα, Φίλωνος, Ὀρέστα, Δαμο- |
| κράτ<ε>ος, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀντιγένης Διοδώρου, συνευδοκέοντος καὶ τοῦ υἱοῦ | |
| αὐτ[ο]ῦ Διοδώρου, τῷ Ἀπόλλ<ω>νι τῷ Πυθίῳ σῶμα γυ<ναι>κεῖον, ἇι ὄνομα Σωσίχα ἐνδογενές, | |
| τειμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τειμὰν ἔχει πᾶσαν, καθὼς ἐπίσ{σ}τευ- | |
| 5 | σε {²⁶ἐπίστευσε}²⁶ Σωσίχα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον |
| ἀπὸ πάντων. βεβαιωτὴρ Καλλίας Ἐμμενίδα. εἰ δέ τις ἐφάπτοιτο | |
| Σωσίχας ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχέτω τῶι θεῶι τὰν ὠνὰν | |
| ὅ τε ἀποδόμενος Ἀντιγένης καὶ ὁ βεβαιωτὴρ Καλλίας, καὶ ὁμοίως ὁ [π]α[ρα]- | |
| τυχὼν κύριος ἔστω{ι} συλέων Σωσίχαν ὡς ἐλευθέραν οὖσαν [καὶ ἀνέφαπτον], | |
| 10 | [ἀ]νυπόδικος ὢν πάσας δίκας καὶ ζαμίας. μάρτυρες οἱ ἱερεῖς [τοῦ Πυθίου Ἀπόλλωνος] |
| [Ἁγί]ων, Πυρρίας, καὶ ἰδιῶται Πολύων, Δρομοκλείδας, Ἄ[ρχ]ων Διο[δώρου], | |
| Ἄρχων. |