[ ] Phokis — Delphi — 121 BC
1 ἄρ[χον]τος Ἁγίωνος το[ῦ] Πολυκλείτου, μ[η]νὸς Ποι[τροπίου vac.] τοῦ
δευ%⁸¹τ%⁸¹έ%⁸¹ρου, βουλευόντων τὰν <πρώταν> {⁴δευτέραν}⁴ ἑξάμηνον [Τ]α[ρ]α[ντ]ίνου
τοῦ Ξενοκρίτου, Εὐάνδρ[ο]υ τοῦ Εὐά[νδ]ρου, vac. γρμ]μ[α]τεύο[ν]το[ς] δὲ [τᾶ]ς
βουλᾶ[ς] Ἡράκωνος τοῦ Γενναίου, ἐπὶ τοῖσδε [ἀ]πέδοτο [Κλ]εοξενί[δας]
5 Ἀθανίωνος, συνευδοκέοντος καὶ τοῦ υἱοῦ Ἀθανίωνος, τῶι Ἀπόλ[λω]-
νι τῶι Πυθίωι σῶμα ἀνδρεῖον, ὧι ὄνομα Κλέων, τὸ γένο[ς] οἰκογενῆ,
τιμᾶς ἀργυρίου μνᾶν ἕξ, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε [Κλέων]
τ[ῶι] θεῶ[ι τὰ]ν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος. βεβαιωτὴρ
Ἀμφίστ[ρ]ατος. εἰ δέ τις [ἐ]φάπτ[οι]τ[ο Κλέ]ωνος ἐπὶ κατ[αδουλισ]μῷ, β[έβαιον]
10 παρεχόντω τῷ θεῷ τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ [ὁ βεβαιωτήρ. ὁ]μοί[ως δὲ καὶ ὁ]
παρατυχὼν <κύριος ἔστω> συλέων Κλέωνα ὡς ἐλεύθερον ὄντα. μάρ[τυρ]οι οἱ ἱερεῖς τοῦ Ἀ-
πόλλωνος Πατρέας, Ἁγίων. ἰδιῶται Κάλλων Ξένωνος, Δάμων Καλλιγένε[ος],
Δαμοκράτης Καλλ[ιγένεος].
Search Help
Contact Us