[ ] Phokis — Delphi — 101/0-60/59 BC — SGDI 2318
1 ἄρχο[ν]τος Κλεοξενίδα τοῦ Ἀθαν[ί]ωνος, μηνὸς %⁸¹μαλίου, βουλευόν-
των Πολυτιμίδα, Καλλι[σ]τράτου, Κλέωνος, Πεισιστράτου, ἀπέδοτο Ἀναξίλα Ἀγάθωνος,
συνευαρεστέοντος καὶ τοῦ ἀδελφοῦ αὐτᾶς Δάμωνος, τῶι Ἀπόλλων<ι> τῶι Πυθί-
ωι σῶμα γυναικεῖον οἰκογεν<έ>ς, ᾇ ὄνομα Σωφρόνα, τιμᾶς ἀργυρίου μνᾶν δέκα, καὶ
5 τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε τῶι θεῶι τὰν ὠνὰν Σωφρόνα, ἐφ’ ὧιτε
ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων, ποιοῦσαν ὅ κα θ%⁸¹έλῃ.
βεβαιωτῆρες κατὰ τοὺς νόμους τᾶς πόλιος Πάσων Ὀρέστα, Δάμω̣ν Ἀγάθω-
νος. εἰ δ τις ἐφάπτοιτο Σωφρόνας ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχόντω
τῷ θεῷ τὰν ὠνὰν οἵ τε ἀποδόμενοι καὶ οἱ βεβαιωτῆρες. ὁμοίως δὲ καὶ ὁ παρατυ-
10 χὼν κύριος ἔστω συλέων Σωφρόναν ἐ%⁸¹π’ ἐλευθερίᾳ ἀζάμιος ὢν καὶ ἀνυπόδικος
πάσας δίκας καὶ ζαμίας. μάρτυροι οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Λαιάδας, Ἐμμεν-
ίδας. ἰδιῶται Ἀγησίλαος, Βαβύλος, [Εὐκ]%⁸¹λείδας.
Search Help
Contact Us