[ ]
Phokis — Delphi — 124-116 BC
1 | ἄρχοντος Τιμοκράτεος, μηνὸς Βυσίου, βουλευόντων |
τὰν δευτέραν ἑξάμηνον Ἡρακλείδου τοῦ Καλλία, Ξέ- | |
νωνος τοῦ Ἀριστοβούλου, γραμμα[τ]ε[ύ]οντος δὲ Ξενο- | |
κράτεος τοῦ Ἀγησιλάου, ἀπέδοντο Θεόξενος Καλλία, Ἀρί- | |
5 | στιον Πολ[ύωνος], συνευδοκέοντος καὶ τοῦ υἱοῦ Πολύωνος |
τοῦ Θεοξένου καὶ Θεοξένου τοῦ Πολύωνος καὶ Κλεαρέτας τᾶς [Π]υρ- | |
ρία, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον, ἇι ὄνομα Ἰόπ- | |
πα, τιμᾶς ἀργυρίου μνᾶν ἑπτά, καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν, | |
καθὼς ἐπίστευσε Ἰόππα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ᾧτε ἐλευθέ- | |
10 | ραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα βίον, ποιοῦ- |
σαν ὅ κα θέλῃ καὶ ἀποτρέχουσα<ν> οἷς κα θέλῃ. βεβαι[ω]τὴρ κατὰ | |
[τ]ὸν νόμον τᾶς πόλιος Νικάρετος [Ἀ]ντιχάρεος. εἰ δέ τις ἐφάπτοι- | |
[το] Ἰόππας ἐπὶ καταδουλισμῶι, κύριος ἔστω ὁ παρατυχὼν συ- | |
[λ]έων ὡς ἐλευθέραν οὖσαν ἀζάμιος ὢν καὶ ἀνυπόδι- | |
15 | κος πάσας δίκας καὶ ζαμίας. μάρτυρες οἱ ἱερεῖς τοῦ |
Ἀπόλλωνος Ἄθαμβος, Πατρέας. ἰδιῶται Ἐχέφυλος Πο[λ]υκλείτου, | |
[․․․]κλείδας, Τιμοκράτης Εὐκράτεος, Μικκύλος Εὐδόκου, | |
Φιλόξενος Νικομάχου. |