[ ] Phokis — Delphi — 124-116 BC
1 ἄρχοντος Τιμοκράτεος, μηνὸς Βυσίου, βουλευόντων
τὰν δευτέραν ἑξάμηνον Ἡρακλείδου τοῦ Καλλία, Ξέ-
νωνος τοῦ Ἀριστοβούλου, γραμμα[τ]ε[ύ]οντος δὲ Ξενο-
κράτεος τοῦ Ἀγησιλάου, ἀπέδοντο Θεόξενος Καλλία, Ἀρί-
5 STION *POL[U/WNOS], SUNEUDOKE/ONTOS KAI\ TOU= UI(OU= *POLU/WNOS
τοῦ Θεοξένου καὶ Θεοξένου τοῦ Πολύωνος καὶ Κλεαρέτας τᾶς [Π]υρ-
ρία, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον, ἇι ὄνομα Ἰόπ-
πα, τιμᾶς ἀργυρίου μνᾶν ἑπτά, καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν,
καθὼς ἐπίστευσε Ἰόππα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ᾧτε ἐλευθέ-
10 ραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα βίον, ποιοῦ-
σαν ὅ κα θέλῃ καὶ ἀποτρέχουσα<ν> οἷς κα θέλῃ. βεβαι[ω]τὴρ κατὰ
[τ]ὸν νόμον τᾶς πόλιος Νικάρετος [Ἀ]ντιχάρεος. εἰ δέ τις ἐφάπτοι-
[το] Ἰόππας ἐπὶ καταδουλισμῶι, κύριος ἔστω ὁ παρατυχὼν συ-
[λ]έων ὡς ἐλευθέραν οὖσαν ἀζάμιος ὢν καὶ ἀνυπόδι-
15 κος πάσας δίκας καὶ ζαμίας. μάρτυρες οἱ ἱερεῖς τοῦ
Ἀπόλλωνος Ἄθαμβος, Πατρέας. ἰδιῶται Ἐχέφυλος Πο[λ]υκλείτου,
[․․․]κλείδας, Τιμοκράτης Εὐκράτεος, Μικκύλος Εὐδόκου,
Φιλόξενος Νικομάχου.
Search Help
Contact Us