[ ]
Phokis — Delphi — 124-116 BC
1 | ἄρχοντος Τιμοκράτεος, μηνὸς {α} Ποιτροπίου, βουλευόν- |
των τὰν πρώταν ἑξάμηνον [Πρα]όχου [τ]οῦ Ἀρχελάου, | |
Γενναίου [τοῦ] Ἡράκ[ω]νος, [γ]ρα[μμ]ατεύοντ[ος] δὲ [Π]ολύωνος | |
το[ῦ] Θεοξένου, ἀ[π]έδοτο Χρυσὶς Φιλιστίδα, συνευδοκεόν{α}- | |
5 | των {²⁶συνευδοκεόντων}²⁶ κ[α]ὶ τῶν υἱῶν αὐτᾶς Ἀζ%⁸¹αράτου καὶ Νικαρέτου τῶν Ἀντι- |
χάρεος, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον, ὧι ὄνομα | |
Σάτυρος, τιμ[ᾶ]ς ἀργυρίου μν[ᾶ]ν ἑπτά, καὶ τὰν τιμὰν ἔχον- | |
τι πᾶσαν, [κ]αθὼς ἐπίστευσε [Σά]τυρος τῶι θεῶι τὰν ὠνάν, ἐ- | |
φ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ | |
10 | πάντα βίον, ποιῶν ὅ κα θέλῃ καὶ ἀποτρέχων οἷς κα θέλῃ. βε- |
βαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος Πολύων Θεοξένου. εἰ | |
δέ τις ἐφάπτοιτο Σατύρου ἐπὶ καταδουλισμῶι, κύριος ἔ- | |
στω ὁ παρατυχὼν συλέων ὡς ἐλεύθερον ὄντα ἀζάμιος ἐὼν | |
καὶ ἀνυπόδικος πάσας δίκ[α]ς καὶ ζαμίας. μάρτυροι οἱ ἱερεῖς | |
15 | [το]ῦ Ἀπόλλωνος Ἄθαμβος, Πατρέας· ἰδιῶται Πολύων Θεο- |
[ξέ]νου, Ἀριστίων, Φίλων Φιλάγρου, Σω%⁸¹σιμένης Δαμοφά- | |
[νε]ος, Ἀγάθων Δεξών[δα, ․․․․․․․․ Ἀ]θάμβου, Ἁβρόμαχος Μαντία. |