[ ] Phokis — Delphi — 124-116 BC
1 ἄρχοντος Τιμοκράτεος, μηνὸς {α} Ποιτροπίου, βουλευόν-
των τὰν πρώταν ἑξάμηνον [Πρα]όχου [τ]οῦ Ἀρχελάου,
Γενναίου [τοῦ] Ἡράκ[ω]νος, [γ]ρα[μμ]ατεύοντ[ος] δὲ [Π]ολύωνος
TO[U=] *QEOCE/NOU, A)[P]E/DOTO *XRUSI\S *FILISTI/DA, SUNEUDOKEO/N[3A]3-
5 των {²⁶συνευδοκεόντων}²⁶ κ[α]ὶ τῶν υἱῶν αὐτᾶς Ἀζ%⁸¹αράτου καὶ Νικαρέτου τῶν Ἀντι-
χάρεος, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον, ὧι ὄνομα
Σάτυρος, τιμ[ᾶ]ς ἀργυρίου μν[ᾶ]ν ἑπτά, καὶ τὰν τιμὰν ἔχον-
τι πᾶσαν, [κ]αθὼς ἐπίστευσε [Σά]τυρος τῶι θεῶι τὰν ὠνάν, ἐ-
φ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ
10 πάντα βίον, ποιῶν ὅ κα θέλῃ καὶ ἀποτρέχων οἷς κα θέλῃ. βε-
βαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος Πολύων Θεοξένου. εἰ
δέ τις ἐφάπτοιτο Σατύρου ἐπὶ καταδουλισμῶι, κύριος ἔ-
στω ὁ παρατυχὼν συλέων ὡς ἐλεύθερον ὄντα ἀζάμιος ἐὼν
καὶ ἀνυπόδικος πάσας δίκ[α]ς καὶ ζαμίας. μάρτυροι οἱ ἱερεῖς
15 [το]ῦ Ἀπόλλωνος Ἄθαμβος, Πατρέας· ἰδιῶται Πολύων Θεο-
[CE/]NOU, *)ARISTI/WN, *FI/LWN *FILA/GROU, *SW%81SIME/NHS *DAMOFA/-
[νε]ος, Ἀγάθων Δεξών[δα, ․․․․․․․․ Ἀ]θάμβου, Ἁβρόμαχος Μαντία.
Search Help
Contact Us