[ ]
Phokis — Delphi — 124-116 BC
| 1 | ἄρχοντος Τιμο[κράτεος, μη]νὸς Θε[ο]ξενίου, ἐπὶ τοῖσδε ἀπέδο[το] |
| Ἀριστέας Φίλωνος τῶι Ἀπόλλωνι τῶι Πυθίωι, συνευδοκέ- | |
| οντος καὶ τοῦ υἱοῦ αὐτοῦ Φίλωνος, σ[ῶμ]α γυναικεῖον, ἇι ὄνομα | |
| Εὐπ<ο>ρία, τιμᾶς ἀργυρίου μνᾶν τεσ<σ>άρων, καὶ τὰν τιμὰν | |
| 5 | ἔχει πᾶσαν. βεβαιωτὴρ κατὰ τὸν νόμον [Ξ]ένων |
| Ἀριστοβούλου. παραμεινάτω δὲ Εὐπορία πα- | |
| ρὰ Ἀριστέαν, ἕως κα ζῇ Ἀριστέας, ποιο[ῦ]σα τὸ δυ- | |
| νατὸν πᾶν. εἰ δὲ μὴ παραμείνηι, ἄκυρος ἔστω [ἁ] | |
| ὠνά. εἰ δέ τι πάθοι Ἀ[ρ]ιστέας, [ἐ]λευθέρα ἔσ[τ]ω Εὐπορία | |
| 10 | καὶ ἀπ[ο]τρεχέτω οἷς κα [θ]έλῃ, [κ]αὶ ποιείτω ὅ κα θέλῃ. [ε]ἰ δ[έ] |
| τις ἐφ[άπ]τοιτο Εὐπορίας ἐπὶ καταδουλισμῶι, κύριος ἔστω | |
| ὁ παρατυχὼν συλέων ὡ[ς] ἐλευθέραν οὖσαν ἀζάμιος ἐὼν | |
| καὶ ἀνυπόδικ[ος] πάσας δίκας καὶ ζαμίας. μάρτυροι οἱ ἱερ[εῖς] | |
| τοῦ Ἀπόλλωνος Ἄθαμβος, Πατρέας, [κ]αὶ οἱ ἄρ[χοντες] | |
| 15 | Ἡρακλείδα[ς], Ξένων, ἰδιῶται Πάτρ[ων Ἀρι]στοβούλου, |
| Νικίας Βαβ[ύ]ρτα, Πάτρων Ἰατάδα. |