[ ] Phokis — Delphi — 124-116 BC
1 ἄρχοντος Τιμο[κράτεος, μη]νὸς Θε[ο]ξενίου, ἐπὶ τοῖσδε ἀπέδο[το]
Ἀριστέας Φίλωνος τῶι Ἀπόλλωνι τῶι Πυθίωι, συνευδοκέ-
οντος καὶ τοῦ υἱοῦ αὐτοῦ Φίλωνος, σ[ῶμ]α γυναικεῖον, ἇι ὄνομα
Εὐπ<ο>ρία, τιμᾶς ἀργυρίου μνᾶν τεσ<σ>άρων, καὶ τὰν τιμὰν
5 ἔχει πᾶσαν. βεβαιωτὴρ κατὰ τὸν νόμον [Ξ]ένων
Ἀριστοβούλου. παραμεινάτω δὲ Εὐπορία πα-
ρὰ Ἀριστέαν, ἕως κα ζῇ Ἀριστέας, ποιο[ῦ]σα τὸ δυ-
νατὸν πᾶν. εἰ δὲ μὴ παραμείνηι, ἄκυρος ἔστω [ἁ]
W)NA/. EI) DE/ TI PA/QOI *)A[R]ISTE/AS, [E)]LEUQE/RA E)/S[T]W *EU)PORI/A
10 καὶ ἀπ[ο]τρεχέτω οἷς κα [θ]έλῃ, [κ]αὶ ποιείτω ὅ κα θέλῃ. [ε]ἰ δ[έ]
τις ἐφ[άπ]τοιτο Εὐπορίας ἐπὶ καταδουλισμῶι, κύριος ἔστω
ὁ παρατυχὼν συλέων ὡ[ς] ἐλευθέραν οὖσαν ἀζάμιος ἐὼν
καὶ ἀνυπόδικ[ος] πάσας δίκας καὶ ζαμίας. μάρτυροι οἱ ἱερ[εῖς]
τοῦ Ἀπόλλωνος Ἄθαμβος, Πατρέας, [κ]αὶ οἱ ἄρ[χοντες]
15 Ἡρακλείδα[ς], Ξένων, ἰδιῶται Πάτρ[ων Ἀρι]στοβούλου,
Νικίας Βαβ[ύ]ρτα, Πάτρων Ἰατάδα.
Search Help
Contact Us