[ ] Phokis — Delphi — 139/8-125 BC
1 ἄρχοντος Ἀμύντα, μην[ὸς Βου]κατίου,
ἀπέδοτο Ἀτεισίδας Ξένω[νος τῶι] Ἀπόλλωνι τῶι
Πυθίωι σῶμα γυναικεῖον, ἇι ὄνομα Διονυσία, τὸ γένος
[νδ]ογ%⁸¹ενῆ, τιμᾶς ἀργυρίου μν[ᾶν] τεσσάρων, καὶ τὰν
5 τιμὰν ἔχει πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος
Κλέων Διονυσίου, ἐφ’ ᾧτε ἐλευθέραν εἶμεν Διονυσίαν
καὶ ἀνέφαπτον, ποιοῦσαν ὅ κα θέλῃ καὶ ἀποτρέχουσαν οἷς κα
θέ[λ]ῃ. εἰ δέ τις ἐφάπτοιτο Διονυσίας ἐπὶ καταδουλισμῶι,
[κύ]ριος ἔστω συλέων Διονυσίαν [ὁ] παρατ[υ]χὼν
10 ὡς ἐλε[υθ]έραν οὖσαν ἀζάμιος ἐὼν καὶ ἀνυπόδικος,
καὶ ὁμοίως Διονυσία ἐλευθέρα ἔστω. μάρτυροι οἱ ἱερεῖς
τοῦ Ἀπόλλωνος Ἄθαμβος, Ἄ̣ρ̣χ̣ω̣ν̣ καὶ ἰδιῶται
Μνασίδαμος, Ξενόκριτος Στησιμένεος, Ξένων
[Ἀ]ριστοβούλου, Δάμων, Ὑβρίας Ξένωνος, Ἀτεισίδας.
Search Help
Contact Us