[ ]
Phokis — Delphi — 139/8-125 BC
1 | ἄρχοντος Ἀμύντα, μην[ὸς Βου]κατίου, |
ἀπέδοτο Ἀτεισίδας Ξένω[νος τῶι] Ἀπόλλωνι τῶι | |
Πυθίωι σῶμα γυναικεῖον, ἇι ὄνομα Διονυσία, τὸ γένος | |
ἐ[νδ]ογ%⁸¹ενῆ, τιμᾶς ἀργυρίου μν[ᾶν] τεσσάρων, καὶ τὰν | |
5 | τιμὰν ἔχει πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος |
Κλέων Διονυσίου, ἐφ’ ᾧτε ἐλευθέραν εἶμεν Διονυσίαν | |
καὶ ἀνέφαπτον, ποιοῦσαν ὅ κα θέλῃ καὶ ἀποτρέχουσαν οἷς κα | |
θέ[λ]ῃ. εἰ δέ τις ἐφάπτοιτο Διονυσίας ἐπὶ καταδουλισμῶι, | |
[κύ]ριος ἔστω συλέων Διονυσίαν [ὁ] παρατ[υ]χὼν | |
10 | ὡς ἐλε[υθ]έραν οὖσαν ἀζάμιος ἐὼν καὶ ἀνυπόδικος, |
καὶ ὁμοίως Διονυσία ἐλευθέρα ἔστω. μάρτυροι οἱ ἱερεῖς | |
τοῦ Ἀπόλλωνος Ἄθαμβος, Ἄ̣ρ̣χ̣ω̣ν̣ καὶ ἰδιῶται | |
Μνασίδαμος, Ξενόκριτος Στησιμένεος, Ξένων | |
[Ἀ]ριστοβούλου, Δάμων, Ὑβρίας Ξένωνος, Ἀτεισίδας. |