[ ]
Phokis — Delphi — 124-116 BC
| 1 | [ἄ]ρχοντος Ἄγωνος, μηνὸς Βοαθοίου, ἀπέδοτο |
| Διόδ[ω]ρος [Ἄρχ]ωνος τῶι Ἀπόλλωνι τῶι Πυθίωι [σῶμα] | |
| ἀνδρεῖον, ὧι ὄ[νο]μα Βά[κ]χιος, τὸ γένος Σύρον, τιμᾶς ἀ[ργ]υ[ρίο]υ | |
| μνᾶν δύο, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Βάκχιος | |
| 5 | τὰν ὠνὰν τῶι θεῶι, ἐφ’ ᾧτε ἐλεύθερος εἶμεν καὶ ἀνέφα- |
| πτος ἀπὸ πάντων τὸν πάντα χρόνον, ποιῶν ὅ κα θέλῃ | |
| καὶ ἀποτρέχων οἷς κα θέλῃ. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς | |
| πόλιος Πολύων Θεοξενίου. εἰ δέ τις ἐφάπτοιτο Βακχίου | |
| [ἐ]πὶ καταδουλ[ι]σμῶι, βέβαιον παρεχόντω τὰν ὠνὰν | |
| 10 | [τ]ῶι θεῶι ὅ τε ἀποδόμενος Διόδωρος καὶ ὁ βεβαιωτὴρ |
| Πολύων. εἰ δὲ μὴ παρέχοιν, πράκτιμοι ἐόντω κατὰ τὸν | |
| [ν]όμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι | |
| [ἐ]όντω συλέοντες Βάκχιον ὡς ἐλεύθερον | |
| ὄντα ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας | |
| 15 | δίκας καὶ ζαμίας. μάρτυροι ὁ ἱερεὺς τοῦ |
| Ἀπόλλωνος Πατρέας καὶ ὁ νεωκόρος | |
| Ἀτεισίδ[α]ς καὶ ἰδιῶται Διόδωρος Καλλικράτεος, | |
| Φιλόδαμος, Πυρρίας, Πάτ[ρω]ν Ἀριστοβούλου. |