[ ] Phokis — Delphi — 124-116 BC
1 [ἄ]ρχοντος Ἄγωνος, μηνὸς Βοαθοίου, ἀπέδοτο
Διόδ[ω]ρος [Ἄρχ]ωνος τῶι Ἀπόλλωνι τῶι Πυθίωι [σῶμα]
ἀνδρεῖον, ὧι ὄ[νο]μα Βά[κ]χιος, τὸ γένος Σύρον, τιμᾶς ἀ[ργ]υ[ρίο]υ
μνᾶν δύο, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Βάκχιος
5 τὰν ὠνὰν τῶι θεῶι, ἐφ’ ᾧτε ἐλεύθερος εἶμεν καὶ ἀνέφα-
πτος ἀπὸ πάντων τὸν πάντα χρόνον, ποιῶν ὅ κα θέλῃ
καὶ ἀποτρέχων οἷς κα θέλῃ. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς
πόλιος Πολύων Θεοξενίου. εἰ δέ τις ἐφάπτοιτο Βακχίου
[ἐ]πὶ καταδουλ[ι]σμῶι, βέβαιον παρεχόντω τὰν ὠνὰν
10 [τ]ῶι θεῶι ὅ τε ἀποδόμενος Διόδωρος καὶ ὁ βεβαιωτὴρ
Πολύων. εἰ δὲ μὴ παρέχοιν, πράκτιμοι ἐόντω κατὰ τὸν
[ν]όμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι
[ἐ]όντω συλέοντες Βάκχιον ὡς ἐλεύθερον
ὄντα ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας
15 δίκας καὶ ζαμίας. μάρτυροι ὁ ἱερεὺς τοῦ
Ἀπόλλωνος Πατρέας καὶ ὁ νεωκόρος
Ἀτεισίδ]ς καὶ ἰδιῶται Διόδωρος Καλλικράτεος,
Φιλόδαμος, Πυρρίας, Πάτ[ρω]ν Ἀριστοβούλου.
Search Help
Contact Us