[ ] Phokis — Delphi — 124-116 BC
1 [ἄρχ]οντος ἐν Ἀμβρύσσωι Ἱπποκράτ[εος ․․․․․․․․ τ]ῶν δὲ Φ[ω]-
[κ]έω[ν] στρατ[αγέ]οντο[ς Ε]ὐπαλίδα [τ]ο[ῦ Θ]ράσ[ωνος, μηνὸς Λαφρίου, ἐν Δελ]-
φοῖς δὲ ἄρχοντος Τιμοκράτεος, μηνὸς Θεοξενίου, [βουλευόντων τ]ὰν δε[υτέρ]αν [ἑξά]-
μηνον Ἡρακλείδα τοῦ [Κ]%⁸¹αλλία, Ξένωνος το Ἀριστοβούλο[υ vac. γρα]-
5 μ[μ]ατεύ[οντο]ς δὲ τᾶς βουλᾶς Ξενοκράτεος τοῦ Ἀγ%⁸¹η-
σιλάου, ἐπὶ τοῖσδε ἀπέδοτο Φιλὼ ἈριστονίκοἈμ]β%⁸¹ρυσ-
σία τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον, ἇι ὄνομα Διο-
νυσία vac. καὶ τὰν θυγατέρα αὐτᾶς κο[ρί]%⁸¹διον ἇι [ὄ]νο%⁸¹μα Ζωΐλ[α],
τὸ γένος οἰκογενεῖς, τιμ[ᾶ]ς ἐν ἑν[ὶ] vac. ἀργυρίου μνᾶν ἕξ vac. καὶ τὰν
10 τι%⁸¹μὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Διονυσία καὶ Ζωΐλα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε
λευθέρας εἶμεν καὶ ἀνεφάπτους ἀπὸ πάντων τὸν πάντα vac. βίον, ποιούσας ὅ κα θέλωντι καὶ ἀπ[ο]-
τρεχούσας οἷς κα θέλων%⁸¹τι. βεβαιωτὴρ κατὰ τοὺς vac. νόμους Ἀριστόδαμος Ἑρμαίου μ-
βρύσιος. εἰ δέ τις ἐφάπτοιτο ἐπὶ καταδουλισμῶι Διονυσίας ἢ Ζωΐλας, βέβαιον vac. παρεχέτω
τῷ θεῷ τὰν ὠνὰν ἅ τε ἀποδομένα Φιλὼ καὶ ὁ βεβαιωτὴρ Ἀριστόδαμος. εἰ δὲ μὴ παρέ-
15 χοιν, πράκτιμοι ἐ[ό]ντω κατὰ τὸν νόμον, καὶ ὁμοίως Διονυσία καὶ Ζωΐλα ἐλεύθεραι ἔστωσαν κα[ὶ οἱ]
παρατυ%⁸¹χόντ[ε]ς χύριοι ἐόντω συλέοντες Διονυσίαν καὶ Ζωΐλαν ἀζάμιοι ἐόντες [καὶ]
νυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄθαμβος, Πατρέας
καὶ ὁ νεωκόρος Ἀτεισίδας καὶ οἱ ἄρχοντες Ἡρακλείδας, Ξένων· ἰδιῶται Διό-
δωρος Καλλικράτεος, Ε[ὐ]παλίδας [Θ]ρά[σ]ων[ος, Πολ]υτιμίδας, Σω[κρ]άτης Σω-
20 τηρίου.
Search Help
Contact Us