[ ]
Phokis — Delphi — 124-116 BC
1 | [ἄρχ]οντος ἐν Ἀμβρύσσωι Ἱπποκράτ[εος ․․․․․․․․ τ]ῶν δὲ Φ[ω]- |
[κ]έω[ν] στρατ[αγέ]οντο[ς Ε]ὐπαλίδα [τ]ο[ῦ Θ]ράσ[ωνος, μηνὸς Λαφρίου, ἐν Δελ]- | |
φοῖς δὲ ἄρχοντος Τιμοκράτεος, μηνὸς Θεοξενίου, [βουλευόντων τ]ὰν δε[υτέρ]αν [ἑξά]- | |
μηνον Ἡρακλείδα τοῦ [Κ]%⁸¹αλλία, Ξένωνος τοῦ Ἀριστοβούλο[υ vac. γρα]- | |
5 | μ[μ]ατεύ[οντο]ς δὲ τᾶς βουλᾶς Ξενοκράτεος τοῦ Ἀγ%⁸¹η- |
σιλάου, ἐπὶ τοῖσδε ἀπέδοτο Φιλὼ Ἀριστονίκο[υ Ἀμ]β%⁸¹ρυσ- | |
σία τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον, ἇι ὄνομα Διο- | |
νυσία vac. καὶ τὰν θυγατέρα αὐτᾶς κο[ρί]%⁸¹διον ἇι [ὄ]νο%⁸¹μα Ζωΐλ[α], | |
τὸ γένος οἰκογενεῖς, τιμ[ᾶ]ς ἐν ἑν[ὶ] vac. ἀργυρίου μνᾶν ἕξ vac. καὶ τὰν | |
10 | τι%⁸¹μὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Διονυσία καὶ Ζωΐλα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε |
ἐλευθέρας εἶμεν καὶ ἀνεφάπτους ἀπὸ πάντων τὸν πάντα vac. βίον, ποιούσας ὅ κα θέλωντι καὶ ἀπ[ο]- | |
τρεχούσας οἷς κα θέλων%⁸¹τι. βεβαιωτὴρ κατὰ τοὺς vac. νόμους Ἀριστόδαμος Ἑρμαίου Ἀμ- | |
βρύσιος. εἰ δέ τις ἐφάπτοιτο ἐπὶ καταδουλισμῶι Διονυσίας ἢ Ζωΐλας, βέβαιον vac. παρεχέτω | |
τῷ θεῷ τὰν ὠνὰν ἅ τε ἀποδομένα Φιλὼ καὶ ὁ βεβαιωτὴρ Ἀριστόδαμος. εἰ δὲ μὴ παρέ- | |
15 | χοιν, πράκτιμοι ἐ[ό]ντω κατὰ τὸν νόμον, καὶ ὁμοίως Διονυσία καὶ Ζωΐλα ἐλεύθεραι ἔστωσαν κα[ὶ οἱ] |
παρατυ%⁸¹χόντ[ε]ς χύριοι ἐόντω συλέοντες Διονυσίαν καὶ Ζωΐλαν ἀζάμιοι ἐόντες [καὶ] | |
ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄθαμβος, Πατρέας | |
καὶ ὁ νεωκόρος Ἀτεισίδας καὶ οἱ ἄρχοντες Ἡρακλείδας, Ξένων· ἰδιῶται Διό- | |
δωρος Καλλικράτεος, Ε[ὐ]παλίδας [Θ]ρά[σ]ων[ος, Πολ]υτιμίδας, Σω[κρ]άτης Σω- | |
20 | τηρίου. |