[ ]
Phokis — Delphi — 139/8-125 BC
| 1 | ἄρχοντος vac. Καλλικράτεος, μηνὸς Βουκατίου, ἐν δὲ Αἰτω- |
| λίαι στραταγέ%⁸¹οντος τὸ δεύτερον Σα%⁸¹τύρου, μηνὸς Πανάμου, | |
| ἀπέδοτο Κλεα%⁸¹ρέτα, συνευδοκεόντων τοῦ τε ἀνδρὸς Ἀμφιλόχο[υ] | |
| καὶ τοῦ <υ>ἱοῦ Ἀλε%⁸¹ξάνδρου, τῶι Ἀπόλλωνι τ<ῶ>ι Πυθίωι σῶμα γυναι- | |
| 5 | κεῖον, ἇι ὄνο%⁸¹μα Ἀλκυονίς, τὸ γένος οἰκογενῆ {ς}, τιμᾶς ἀργυ- |
| ρίου μνᾶν τε%⁸¹σ<σ>άρων, καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν, ὥστε ἐλευ- | |
| θέραν εἶμεν Ἀλκυονίδα, καθὼς ἐπίστευσε Ἀλκυονὶς τὰν | |
| ὠνὰν τῶι θεῶι. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος | |
| Ἀντιγένης Διοδώρου. εἰ δέ τις ἐφάπτοιτο Ἀλκυονίδος | |
| 10 | ἐπὶ καταδουλισμῶι, κύριος ἔστω ὁ παρατυχὼν συλέων |
| ἀζάμιος ἐὼν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμί%⁸¹ας. | |
| βέβα<ι>ον δὲ παρεχόντω τὰν ὠνὰν ἅ τε ἀποδομένα Κλεαρέτα | |
| καὶ ὁ βεβαιωτὴρ Ἀντιγένης. εἰ δὲ μὴ παρέχοισαν vac. βέβαιον | |
| τὰν ὠνάν, πράκτιμος ἔστω Κλεαρέτα καὶ ὁ βεβαι%⁸¹ωτὴρ | |
| 15 | Ἀντιγένης κατὰ τὸν νόμον τᾶς πόλιος. μάρτυροι οἱ |
| ἱερεῖς τοῦ Ἀπόλλω%⁸¹νος Ἄρχων | |
| καὶ Ἄθαμβος. ἰδιῶ%⁸¹ται δὲ Θεύξενος, Δεξών- | |
| δας, Καλλιγένης, [Β]αβύλος, Λαιάδας, Φιλόνικος. |