[ ] Phokis — Delphi — 113-102/1 BC
1 ἄρχοντος Νικοδάμου, μηνὸς Ἀπελλ[α]ίου, βουλευόντων
τὰν πρῶταν ἑξάμηνον Πολύωνος, Δάμωνος, γραμματεύοντος
δὲ βουλᾶς Κλεώνδα, ἐπὶ τοῖσδε ἀπέδοτο Ξένων Ἀριστοβούλου, συνε[υ]-
δοκεούσας καὶ Κλεοῦς καὶ Αἰνησίου τᾶς θυγατρὸς, τῶι Ἀπόλλωνι τῶι
5 Πυθίωι σῶμα γυναικεῖον οἰκογενές, ἇι ὄνομα Σωτηρίς, τιμᾶς ἀργυ-
ρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε
Σωτηρὶς τῶι θεῶ[ι] τὰν ὠνάν, ἐφ’ ᾧτε ἐλευθέραν ε<ἶ>μεν Σωτηρὶν
καὶ ἀνέφαπτον πὸ πάντων τὸν πάντα βίον, ποιοῦσαν ὅ κα θέλῃ
καὶ ἀποτ[ρ][χ]ουσαν οἷς κα θέλῃ. βεβαιωτὴρ κατὰ τὸν νόμον
10 τᾶς πό[λιος] Πάτρων Ἀριστοβούλου. εἰ δέ τις ἐφάπτοιτο Σωτηρίος
ἐπὶ καταδου[λ]ισμῶι, βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀπο-
δόμενος Ξένων καὶ ὁ βεβαιωτὴρ Πάτρων. ὁμοίως δὲ καὶ οἱ παρατυνχά-
νοντες κριοι ἐόντω συλέοντες Σωτηρὶν ὡς ἐλευθέραν ἐοῦσαν
[ἀζ]άμιοι ἐόντες καὶ ἀνυπόδι[κο]ι vac. πάσ<ας> δίκας καὶ ζαμίας. μάρτυρ-
15 οι οἱ ἱερεῖς τοῦ vac. Ἀπόλλωνος Ἁγίων, Πυρρίας, καὶ τῶν
ἀρχόντων Πολύων, Δάμων, καὶ ἰδιῶται Κέων, Ἀριστό-
βουλος, Δαμόστρατος vac. Ε̣ὐ̣θ̣ύ̣δαμος.
Search Help
Contact Us