[ ]
Phokis — Delphi — 113-102/1 BC
1 | ἄρχοντος Νικοδάμου, μηνὸς Ἀπελλ[α]ίου, βουλευόντων |
τὰν πρῶταν ἑξάμηνον Πολύωνος, Δάμωνος, γραμματεύοντος | |
δὲ βουλᾶς Κλεώνδα, ἐπὶ τοῖσδε ἀπέδοτο Ξένων Ἀριστοβούλου, συνε[υ]- | |
δοκεούσας καὶ Κλεοῦς καὶ Αἰνησίου τᾶς θυγατρὸς, τῶι Ἀπόλλωνι τῶι | |
5 | Πυθίωι σῶμα γυναικεῖον οἰκογενές, ἇι ὄνομα Σωτηρίς, τιμᾶς ἀργυ- |
ρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε | |
Σωτηρὶς τῶι θεῶ[ι] τὰν ὠνάν, ἐφ’ ᾧτε ἐλευθέραν ε<ἶ>μεν Σωτηρὶν | |
καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα βίον, ποιοῦσαν ὅ κα θέλῃ | |
καὶ ἀποτ[ρ]έ[χ]ουσαν οἷς κα θέλῃ. βεβαιωτὴρ κατὰ τὸν νόμον | |
10 | τᾶς πό[λιος] Πάτρων Ἀριστοβούλου. εἰ δέ τις ἐφάπτοιτο Σωτηρίος |
ἐπὶ καταδου[λ]ισμῶι, βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀπο- | |
δόμενος Ξένων καὶ ὁ βεβαιωτὴρ Πάτρων. ὁμοίως δὲ καὶ οἱ παρατυνχά- | |
νοντες κύριοι ἐόντω συλέοντες Σωτηρὶν ὡς ἐλευθέραν ἐοῦσαν | |
[ἀζ]άμιοι ἐόντες καὶ ἀνυπόδι[κο]ι vac. πάσ<ας> δίκας καὶ ζαμίας. μάρτυρ- | |
15 | οι οἱ ἱερεῖς τοῦ vac. Ἀπόλλωνος Ἁγίων, Πυρρίας, καὶ τῶν |
ἀρχόντων Πολύων, Δάμων, καὶ ἰδιῶται Κλέων, Ἀριστό- | |
βουλος, Δαμόστρατος vac. Ε̣ὐ̣θ̣ύ̣δαμος. |