[ ] Phokis — Delphi — 139/8-125 BC
1 ἄρχοντος Καλλικράτεος τοῦ Διο[δ][ρ]ου, μηνὸς [Ἰλα]ίου,
βουλευόντων τὰν δευτέραν ἑξάμηνον Ἀμύντ[α] τοῦ Εὐδ[ώ]-
ρου, Κλεοδάμου τοῦ Π%⁸¹ολυ%⁸¹κράτεος, γρα[μμα]τεύοντος δ[ὲ] τ[ς]
βουλᾶς Καλλιγένεος το%⁸¹ῦ [Δαμο]κράτεος, ἐπὶ τοῖσδε ἀπέδοτο
5 Κράτεια Εὐξενίδα, συνευδοκέοντος καὶ τοῦ ἀνδρ[ὸς] αὐτᾶς
Νικομ[ά]χου τοῦ Φιλοξένου καὶ τοῦ υἱοῦ αὐτῶν Φιλοξένου καὶ τᾶς
θυγατρὸς Ὀλυμπιδος, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναι-
κεῖον, ἇι ὄνομα Κασταλία, τὸ γένος Σύραν, τιμᾶς ἀργυρίου μνᾶν
πέντε, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Κασταλία τὰν
10 ὠνὰν τῶι θεῶι, ἐ[φ’] ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέ[φαπ]τος ἀπὸ πάντω[ν]
τὸν πάντα β[ίον], ποι[οῦ]σα ὅ κα θέλῃ καὶ ἀποτρέχουσα οἷς κα θέ[λῃ].
βεβαιωτ<ὴ>ρ κα[τὰ τοὺς] νόμους [τᾶ]ς πόλιος Ξενόκριτος Στησιμένεος.
εἰ δέ τις ἐφάπτοιτο Κασταλίας ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχέ-
τω τῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀποδομένα [Κρ]άτ[ε]ι[α] καὶ ὁ βεβαιωτὴρ
15 Ξενόκριτος. ὁμ[οί]ως δὲ [καὶ ο]ἱ παρατυγχάνοντες κύρι[οι ἐό]ντ[ω σ]υλέον-
τες Κα%⁸¹σταλί[αν ὡς ἐ]λευθέραν οὖσαν ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι
πάσας δίκας καὶ ζα[μί]ας. μάρτυροι ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἄθαμβος
Ἁβρομάχου καὶ ὁ νεωκόρος Ἀτεισίδας Ὀρθαί[ου], Κλεόδαμος Π<ο>λυκρ[ά]-
τεος, Ξενόκριτος Στησιμένεος, Διόδωρ[ος][ρ]χωνος, Πολέ[μ]ω[ν]
20 Πολεμάρχου, Στράτω%⁸¹ν Πολέμωνος.
Search Help
Contact Us