[ ] Phokis — Delphi — 124-116 BC
1 ἄρχοντος Στρατάγου, μηνὸς Ποκίου, ς Ἀμφισσεῖς ἄγοντι, ἐν Δελ[φ]ο[ῖ]ς [δὲ] ἄρχον-
τος Πυ[ρ]ρ[ί]α, μηνὸς Ἡρακλείου, ἀπέδοτο Δικαία, συνευδοκεόντων καὶ
τῶν υ<ἱ>ῶν ατᾶς Δωροθέου καὶ Ἀριστομάχου, τῷ Ἀπόλλωνι τῷ Πυ-
θίῳ σῶμα γυναικεῖον, ἇι ὄνομα Ἀρχώ, τὸ γένος οἰκογενές, τι-
5 μᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσε Ἀρχὼ τῷ θεῷ τὰν
ὠνάν, ἐφ%⁸¹ιτε ἐ%⁸¹λευθέραν εἶμεν {εν} καὶ ἀνέφαπτον ἀπὸ πά-
ντ%⁸¹ων τὸν πάντα χρόνον. βεβαιωτὴρ κατὰ τὸν νόμον
[κ]αὶ κ%⁸¹ατὰ τὸ σύμβολον Ἀμ[ι]ν[ί]ας Τ<ιμ>άγεος Ἀμφισσεύς. μάρτυροι
Εὔξεινος, Καλλίστρατος, Δεξίθεος, Δαμόξενος Ἀμφισσεῖς,
10                      Δρωπδας Φαλικαῖος.
Search Help
Contact Us