[ ]
Phokis — Delphi — 121-108 BC
1 | ἄρχοντος Ἁγίωνος τοῦ Πολυκλείτου, μηνὸς Θεοξενίου, |
βουλευόντων τὰν δευτέραν ἑξάμηνον Πάτρωνος τοῦ | |
Ἀριστοβούλου, Ἀρίστωνος τοῦ Δαμοφάνεος, γραμματεύ- | |
οντος δὲ τᾶς βουλᾶς Ἡρακλείδα, ἀπέδοτο [․․․υτὼ] Αἰχμίωνος, | |
5 | συνευδοκέοντος καὶ τοῦ ἀνδρὸς αὐτᾶς Ξενοδάμου καὶ |
τᾶς θυγατέρος αὐτῶν Βουαντέας, [τῶι Ἀ]πόλλωνι τῶι | |
Πυθίωι σῶμα γυναικεῖον, ἇι ὄνομα Σω[σίχ]α, τὸ γένος οἰκο- | |
γενῆ, τιμᾶς ἀργυρίου μν[ᾶν] πέντε, καὶ τὰν τιμὰν ἔχει | |
πᾶσαν. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος Πάτρων Θρα- | |
10 | σέα, καθὼς ἐπίστευσε Σωσίχα τῶι θεῶι τὰν [ὠ]νάν, ἐφ’ ὧι- |
τε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα | |
βίον, ποιοῦσα ὅ κα θέλῃ καὶ ἀποτρέχουσα οἷς κα θέλῃ. εἰ δέ τις | |
ἐφάπτοιτο Σωσίχας ἐπὶ καταδουλισμῶι, κύριος ἔστω ὁ παρα- | |
τυχὼν συλέων Σωσίχαν ὡς ἐλευθέραν οὖσαν ἀζάμιος ἐὼν | |
15 | καὶ ἀνυπόδικος ὁ συλέων πάσας δίκας καὶ ζα[μίας, καὶ ὁ βε]βαιω- |
τὴρ βεβαιούτω. μάρτυροι οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Πα%⁸¹τρέας | |
Ἀν%⁸¹δρονίκου, Ἁγίων Ἐχεφύλου, καὶ ὁ νεωκόρος Ἀτεισίδας | |
Ὀρθαίου, καὶ ἰδιῶται Φαῖνις Γοργίλου, Αἰακίδας Βαβύλου. |