[ ]
Phokis — Delphi — 113-102/1 BC
1 | ἄρχοντος Νικοδάμου, μηνὸς Ἀμαλίου, βουλευόντων τὰν δευ- |
τέραν ἑξάμηνον Νικαρέτου τοῦ Ἀντ[ιχά]ρεος, Διοδώρου τοῦ Ἄρχω- | |
νος, γραμματεύοντος δὲ βουλᾶς Τιμοκράτεος τοῦ Κλειδάμου, ἐ- | |
πὶ τοῖσδε ἀπέδοτο Λυσίας Λυσία καὶ Εἰσ<ιὰς> Κ[ά]λλωνος, συνευδοκέ- | |
5 | οντος καὶ τοῦ υἱοῦ αὐτῶν Λ[υ]σ[ία], τῷ Ἀπόλλωνι τῷ Πυθίῳ σῶμα γυ- |
ναικεῖον [κο]ρίδι[ον, ἇι ὄ]νομα [Εὔ]νοι[α], τὸ γένος ἐνδογενῆ, τιμᾶς ἀργυρί- | |
ου μνᾶν δύο, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Εὔνοια τῷ θεῶι | |
τὰν ὠνάν, ἐφ’ ᾧτε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάν- | |
τα βίον. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος Δαμοκράτης Καλλιγέ- | |
10 | νεος. εἰ δέ τις ἐφάπτοιτο ἐπὶ καταδουλισμῷ Εὐνοίας, βέβαιον παρε- |
χέτω τὰν ὠνὰν οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ οἱ παρα- | |
τυγχάνοντες κύριοι ἐόντωσαν <συλ>έοντες Εὔ[νο]ιαν ὡς ἐλευθέραν οὖ- | |
σαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι | |
Καλλιγένης Δαμοκράτεος, Βαβύλος Λαιάδα, Ἄρχων Καλλικράτεος· | |
15 | ἰδιῶται Ἀντίγονος Ἀντιμάχου, Ἐπίνικος Καλλικλέος. |