[ ] Phokis — Delphi — 20-46 AD
1 [ἄρ]χοντος Π[ολ]υτειμίδα τοῦ Λαι<ά>δα, [μ]η[ν]ὸς Ἡρ[α]κλήο[υ], βουλευόντων Θεοξέ-
[ν]ου τ[ο]Φιλαιτώλου, Εὐκλέους τοῦ Εὐάνδρου, ἀπέδοτο Γαλατήα ․․․․․․․․․․
[σ]υνευαρεστεούσας καὶ τᾶς θυγατρὸς αὐτῆς Τιμῶς, τῶι Ἀπόλλωνι τῶι Πυ-
[θ]ίωι ἐπ’ ἐλευθερίᾳ σῶμα γυναικεῖον, ᾇ ὄνομα Ὀνασίφορον, τιμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τιμὰν ἀπέχει πᾶσαν, ἐφ’ ᾧτε
5 ἐλευθέραν εἶμεν Ὀνασίφορον καὶ ἀνέφαπτον ὑπὸ πάντων τὸν πάντα χρόνον. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος Μελισ-
[σί]ων Λαιάδα. εἰ δέ τις ἐφάπτοιτο Ὀνασιφόρου ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχέτω τῶι θεῷ τὰν ὠνὰν ἅ τε ἀποδομέ-
να καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων Ὀνασίφορον εἰς ἐλευθερίαν, ἀζάμιος ὢν καὶ ἀνυ-
πόδικος πάσ<ας> δίκας καὶ ζαμίας. χεὶρ Μελισσίωνος τοῦ Λαιάδα. γέγονα βεβαιωτὴρ ἐπὶ τᾶς προγεγραμμένας ὠνᾶς κατασταθεὶς
ὑπὸ Γαλατήας. μάρτυρες Δάμων Πολεμάρχου, Μηνόδωρος Μάρκου, Ἄγων Ἄγωνος.
Search Help
Contact Us