[ ]
Phokis — Delphi — 20-46 AD
1 | [ἄρ]χοντος Π[ολ]υτειμίδα τοῦ Λαι<ά>δα, [μ]η[ν]ὸς Ἡρ[α]κλήο[υ], βουλευόντων Θεοξέ- |
[ν]ου τ[ο]ῦ Φιλαιτώλου, Εὐκλέους τοῦ Εὐάνδρου, ἀπέδοτο Γαλατήα ․․․․․․․․․․ | |
[σ]υνευαρεστεούσας καὶ τᾶς θυγατρὸς αὐτῆς Τιμῶς, τῶι Ἀπόλλωνι τῶι Πυ- | |
[θ]ίωι ἐπ’ ἐλευθερίᾳ σῶμα γυναικεῖον, ᾇ ὄνομα Ὀνασίφορον, τιμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τιμὰν ἀπέχει πᾶσαν, ἐφ’ ᾧτε | |
5 | ἐλευθέραν εἶμεν Ὀνασίφορον καὶ ἀνέφαπτον ὑπὸ πάντων τὸν πάντα χρόνον. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος Μελισ- |
[σί]ων Λαιάδα. εἰ δέ τις ἐφάπτοιτο Ὀνασιφόρου ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχέτω τῶι θεῷ τὰν ὠνὰν ἅ τε ἀποδομέ- | |
να καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων Ὀνασίφορον εἰς ἐλευθερίαν, ἀζάμιος ὢν καὶ ἀνυ- | |
πόδικος πάσ<ας> δίκας καὶ ζαμίας. χεὶρ Μελισσίωνος τοῦ Λαιάδα. γέγονα βεβαιωτὴρ ἐπὶ τᾶς προγεγραμμένας ὠνᾶς κατασταθεὶς | |
ὑπὸ Γαλατήας. μάρτυρες Δάμων Πολεμάρχου, Μηνόδωρος Μάρκου, Ἄγων Ἄγωνος. |