FD III 6:62
[ ] Phokis — Delphi — undated
1 ․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․ΙϹΛΕ․․․․․․․
․․․․․․․․․․․․․․․․․ΙΛΙ․Ο․․․․․ΙΑ Με[λ]ισ[σ]ίων Λαιά[δα]
[․․․․․․․] Μελισσίωνος ․․․․․․․․․․ τ[ῷ] Ἀπ[όλ]λωνι τ[ῷ] Πυθίῳ [σῶμα γυναικεῖον, ᾧ ὄνομα Νηρηίς,
[τειμᾶς ἀργυ]ρίου μνᾶν τριῶν, καὶ τὰν τειμὰν ἀπέχομεν πᾶσαν ἐπὶ τῷ ․․․ΩΣΤΡΑΤΟΣ․․․ [ἐλευθέραν]
5 [εἶμε]ν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα βίον. [βεβαιωτὴρ κατὰ τὸν νό]μον τᾶς πόλιο[ς]
Εὐκλῆς Εὐάνδρου. εἰ δέ τις ἐφάπτοιτο Νηρηίδος ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχόντω
[τὰν ὠν]ὰν οἵ τε ἀποδόμενοι καὶ ὁ <βε>βαιωτήρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων
{ΩΝ} Νηρηίδα ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. παραμεινάτω δὲ Νηρηὶς πα[ρὰ] ΝΑ․․․․
ΠΑ τὸν τᾶς ζωᾶς χρόνον. τὰν ὠνὰν τηρῶ ․․․․ΤΟΝΝΕ․․․ΟΤΑ․․․ [τὴν μὲν εἰς τὸ ἱε]ρὸν τοῦ Ἀπό[λλ]ωνος
10 [τὴν δὲ εἰς] τὸ δημόσ[ιον τεῦχ]ος. ἐγρά[φθη] διὰ τοῦ γραμ<μ>ατέως Πολυτιμίδα τοῦ Λαιάδα.
Search Help
Contact Us