[ ] Phokis — Delphi — 20-46 AD — SEG 33.430 — Mulliez — BCH 107.1983.437-40,3
1 [ἄρχοντος Λα]μένους τοῦ Σ[τρ]α̣τ̣άγου γόνῳ δ[ὲ Λα]μέ[νους, μηνὸς — — — —]ου, βουλε[υό]ν̣[των]
[Σώτ]α τοῦ [Ε]ὐκλείδα, Λέωνος τοῦ Νικάνορος, ἐπὶ τοῖσδε ἀπέδετο [Διονυσία] Δ̣[ιο]νυσίου, συνευα[ρε]στε[ο]ύσας
[καὶ τᾶ]ς θυγατρ[ὸ]ς αὐτᾶς Ἐπι[κ]τή[σ]ε[ο]ς καὶ τοῦ υ̣[ἱο]ῦ Νικοπ̣όλιος τοῦ Ἀ̣ν̣τ̣ιόχου, τῷ Ἀπόλ[λω]νι τῷ Πυθίῳ
[σώ]μ[ατ]α δύο, [οἷ]ς ὀνόματα Γλυκέ[ρ]α καὶ Αὐγή, τιμᾶς ἀργυρ̣ίου μνᾶν ], καὶ τὰν τιμὰν ἀπέχω πᾶσαν, καθὼ̣[ς]
5 [ἐπ]ί̣σ̣τευσαν Γλυκέρα καὶ Αὐγὴ τῷ θεῷ τὰν νάν, ἐφ’ ᾧτε ἐλεύθεραι εἶμεν καὶ ἀνέφαπ̣τ̣οι ἀπὸ πάντω[ν]
τὸν [πά]ντα χρόνον μηδενὶ μηδὲν ποθήκουσαι κατὰ μηδνα τ̣ρόπον· βεβαιωτὴρ κατὰ̣ τος νόμους τᾶς πό-
λ[ι]ος Εὐκλῆς Εὐάνδρου· Παραμινάτωσαν δὲ Γλυκέρ̣α̣ καὶ Αὐγὴ Διονυσίᾳ πάντα τὸν τᾶς ζωᾶς αὐτῆς χρόνον,
ποέουσα τὸ ἐπιτασσόμενο[ν] ἀνεγκλήτως· εἰ δὲ μὴ ποιέοισαν μηδὲ πιθαρχέοισαν, ἐξουσίαν ἐχέτω Διονυσία
ἐπ[ι]τιμέουσα Γλυκέρᾳ καὶ Αὐγῇ τρόπῳ ᾧ κα θέλῃ· παραστησάτω δὲ Αὐγὴ ἐπικτήσει παιδίον ἓν καὶ
10 [δηνάρι]α ὀγδοήκοντα, καὶ Νικοπόλει παιδ<ί>α δύο ἢ δηνάρια ἑκατὸν ἑξήκοντα· εἰ δέ τις ἐφάπτοιτο Γλυκέρας ἢ Αὐγῆς
[ἐ]πὶ καταδουλισμῷ, βέβαιον παρεχέτω τῷ θεῷ τὰν ὠνὰν ἥ τε ἀποδομένη καὶ ὁ βεβαιωτήρ· ὁμοίως δὲ καὶ ὁ̣ πα-
ρατυχὼν κύριος ἔστω συλέων καὶ ἀφαιρείμενος Γλυκέραν καὶ Αὐγὴν εἰς ἐλευθερίαν ἀζάμιος ὢν καὶ ἀνυ-
πόδικος πάσας δίκας καὶ ζαμίας· τίθεμαι τὴν ὠνὴν κατὰ τὸν νόμον, τὴν μὲν ἰς τὸ ἱερὸν τοῦ Ἀπόλ-
λ̣ωνος ἐνχαράξαντες, τὴν δὲ ἰς τὰ δημόσια τῆς πόλεος γράμματα διὰ τοῦ γραμματέος Πολυτι-
15 μίδα τοῦ Λαιάδα· μάρτυρες οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος Διονύσιος Ἀστοξένου, Δάμω̣ν Πο[λ]ε-
μάρχου, καὶ ἰδιῶται
Θεόξενος [Φιλαι]τώ-
λου, Κλέανδρος Φί-
λωνος, Ἀντιγένης
20 Ἀρχία.
Search Help
Contact Us