[ ] Phokis — Delphi — 20-46 AD
1 [ἄρχο]ντος Δωροθέου [τοῦ Κριτολάου, μ]ηνὸς Ἐνδυσποιτροπί[ου, β]ουλ[ευόντων]
[Κτή]σωνος τοῦ Σωτήρου, [Ἐπαγάθου τοῦ Λ]έωνος, ἐπὶ τοῖσδε ἀπέδοτο Νεικ[έας] Νεικάν-
δρου, συνευαρεστέον[τος 〚— —rasura— —〛] τῷ Ἀπόλλωνι τῷ Πυθίῳ
τὰν ἰδίαν θρεπτὰν [Ἐ]πίκτησ[ιν, τιμᾶς] ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἀπέχω
5 πᾶσαν, ἐπὶ τοῖσδε ὥστε ἐλευ[θέραν εἶ]μεν <καὶ> ἀνέφαπτον τὸν ἅπαντα χρόνον, μηδενὶ
μηδὲν ποθήκουσαν, παραμεί[ν]α[σα]ν [πάντ]α τὸν τᾶς ζωᾶς χρόνον, μὴ ἀποτρέχουσα[ν]
μήτε νυκτὸς μήτε ἁμέρας. εἰ δέ τις ἐφάπτοιτο ἐπὶ καταδουλισμῷ, βέβαιον παρε-
χόντω τῷ θεῷ τὰν ὠνὰν ἅ τε ἀποδομένα καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ ὁ παρατυ-
χὼν κύριος ἔστω συ[λ]έων καὶ ἀφαιρούμενος Ἐπίκτησιν ἐπ’ ἐλευθερίᾳ ἀζάμιος ὢν καὶ ἀνυπόδι-
10 κος πάσας δίκας καὶ ζαμίας. θρεψάτω δὲ Ἐ[πίκτ]ησις Νεικέᾳ τᾷ θυγατέρι μου βρέφη δύο διετῆ. τιθέμε-
θα τὰν ὠνὰν κατὰ τὸν νόμον, τὰν μὲν ἐν {ἐν} τὸ ἱερὸν τοῦ Ἀπόλλωνος ἐνχαράξαντες, τὰν δὲ ἐν τὰ δαμ-
όσια <τᾶς> πόλεος γράμματα. καθέστακα δὲ καὶ βεβαιωτῆρα κατὰ τοὺς νόμους τᾶς πόλιος
Πολέμαρχον Δάμωνος. μάρτυρες οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Δάμων Πολεμάρχου,
Διονύσιος Ἀστοξένου, καὶ πολεῖται Νείκανδρος Καλλιστράτου, Καλλίστρατος Καλλι-
15 στράτου, Ἀστόξενος Διονυσίου.
Search Help
Contact Us