[ ] Phokis — Delphi — 47-66 AD
1 ἄρχοντος Καλλιστράτου τοῦ Νεικάνδρου, μηνὸς Ἀμαλίου, βουλευόντων Πολυτειμίδα τοῦ Λα[ιάδα, Λαμέ]νο[υς τοῦ Λα]μ[έ]νους. χειρόγραφον
Φ[ί]λωνος τοῦ Εὐτύχου ὑπὲρ Διονύσιον Διονυσίου καὶ τὰν [γυ]ναῖκα αὐτοῦ Ἀριστώ, παρόντας καὶ κελε[ύ]οντας ὑπὲρ αὐτ[οὺς] γρ[άψαι, ἐπεὶ γ]ράμματα οὐκ ᾔδ[εσ]αν.
ἐπὶ τοῖσδε ἀπ[έ]δοντο Διονύσιος καὶ Ἀριστώ, συνευαρ[εσ]τέοντος καὶ τοῦ υἱοῦ αὐτῶν Εὐφροσύνου, τῷ Ἀπόλλωνι τῷ Πυθίῳ ἐπ’ ἐλευθερ[ίᾳ σῶμα γυν]αικ[εῖ]ον κοράσιον, ᾇ ὄνομα
Ὀνασίφορον, τειμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τε[ι]μὰν ἀπέ[χ]οντι πᾶσαν, [κα]θὼς ἐπίστευσε τῷ θεῷ τὰν ὠνὰν Ὀνασίφορον, ἐφ’ ᾧτε ἐ[λευθέρ]α εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάν-
5 των τὸν πάντα βίον. καθεστάκατι <δὲ> καὶ βεβαιωτῆρα κα[τὰ] τοὺς νόμους τᾶς πόλ[ι]ος Λυσίμαχον Νεικάνορος. παραμεινάτω δὲ Ὀνασίφορον Διονυσίῳ καὶ Ἀριστῷ πάντα τὸν τᾶς ζωᾶς
αὐτῶν χρόνον, ποιοῦσα τὸ ἐπιτασσόμενον πᾶν τὸ δυ[ν]ατὸν ἀνενκλήτω[ς. ε]ἰ δὲ μὴ ποιέοι, ο]υσίαν ἐχέτω Δ[ιο]νύσι[ος κ]αὶ Ἀρ[ι]στὼ ἐπιτειμέοντες τρόπῳ, ᾧ κα θέλωντι. δότω δὲ Ὀνασίφορον {Διονυσ}
Εὐφροσύνῳ, τῷ υἱῷ αὐτῶν, παιδίον ἐτῶν τριῶν ἢ δεινάρια ἑκατόν, ἕτερον δὲ παιδίον ἐν τῷ τῆς [παρ]αμονῆς χρόνῳ. μὴ ἐξέστω αὐτῇ θρέψαι ἐξ α<ὐ>τῆς κατὰ μηδένα
τρόπον. τιθέμεθα τὴν ὠνὴν κατὰ τὸ[ν] νόμον διὰ το[ῦ γ]ραμματέως Ἑρμογένους τοῦ Διονυσίου εἰς τὸ δημόσιον τῆς πόλεω[ς τ]εῦχος, τὴν δὲ ἑτέραν κατὰ τὸν <ν>όμον
εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος ἐνχαράξαντες. χειρόγραφον Εὐφροσύνου τοῦ Διονυσίου. συνευαρεστῶ τῇ ὠν[ῇ] τῇ ὑπὸ τῶν γονέων μου [κ]αταγεγραμ-
10 μένῃ καὶ τοῖς ἐν αὐτῇ πᾶσι. χειρόγραφον Λυσιμάχου τοῦ Νεικάνορος. γέγονα βεβαιωτὴρ ἐπὶ τῆς προγεγραμμένης ὠνῆς κατασταθεὶς ὑπὸ Δι-
ονυσίου καὶ τᾶς γυναικὸς αὐτοῦ Ἀριστοῦς, συνευαρεστοῦντος αὐτοῖς καὶ τοῦ υἱοῦ Εὐφροσύνου. μάρτυρες ἐπὶ πάντων οἱ
αὐτοί, οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Μελισσίων Λ[αι]άδα vac. Νείκανδρος Καλλιστράτου, Καλλίστρατος Καλλιστράτου, Δάμων Πολε%⁸¹μάρχου, Λέων Νεικάνορος.
Search Help
Contact Us