FD III 6:52
[ ] Phokis — Delphi — 20-46 AD
1 Δωροθέου τοῦ Κριτολάου, μηνὸς Ἐνδυσποιτροπίου, βουλευόντων Κτή%⁸¹σωνος τοῦ Σωτήρου, [Ἐπαγά]-
θου τοῦ Λέωνος, ἐπὶ τοῖσδε ἀπέδετο ΕΡ̣ΟΓ̣ΡΑΔΡ̣ΟΤΑΣ ἀπελεύθερος ἐπ’ ἐλευθερίᾳ τῷ Ἀπόλ[λωνι τῷ]
Πυθίῳ σῶμα <γυναικεῖον> οἰκογενές, ἇι ὄνομα [Ἀ]φ[ρ]οδισία, τειμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τειμὰν ἀπέχω πᾶσαν, [ὡς ἐ]-
πίστευσε τῷ θεῷ τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιωτήρ, ἐφ’ ᾧτε ἐλεύθερον εἶμεν τὸ προγεγραμμέ[νον σῶμ]-
5 α καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν ἅπαντα χρόνον μηδενὶ μηδὲν ποθήκοντα κατὰ μηδένα τρόπον. vac. [εἰ] δέ τις ἐφάπτοι[το το]-
ῦ προγεγραμμένου σώματος ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχόντω τῷ θεῷ τὰν ὠνὰν ὅ τε ἀποδόμενος [καὶ ὁ]
βεβαιωτήρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κ[ύρι]ος ἔστω συλέων τὸ προγεγραμμένον σῶμα ὡς ἐλευθέραν, ἀζάμιος ὢν [καὶ ἀ]-
νυπόδικος πάσας δίκας καὶ ζαμίας. καθέστακα δὲ καὶ βεβαιωτῆρα κατὰ τοὺς νόμους τᾶς πόλιος Εὐτυχίδη.
τίθεμαι τὰν ὠνὰν κατὰ τὸν νόμον, τὰν μὲν ἐν τὸ ἱερὸν τοῦ Ἀπόλλωνος ἐ[νχ]αράξας, [τὰν] δὲ [εἰς]
10 τ̣ὰ τᾶς πόλιος γράμματα διὰ τοῦ γραμματέος Λυσιμάχου τοῦ Νεικάνορος. μάρτυρες οἵ τε ἱε[ρεῖς τοῦ Ἀπόλλων]-
ος Δάμων Πολεμάρχου, Διονύσιος Ἀστοξένου, Καλλίστρατος Καλλιστράτου, Νίκανδρος [Καλ]-
λιστράτου ․․․․․ο․․․․ Ἀρχελάου, Δάμωνος. χεὶρ Εὐτυχίδου τοῦ Στρατάγου. γέγονα {να} βεβ[αιω]τὴρ
                                         ἐπὶ τῆς προγεγραμμ[έν]ης ὠνῆς κατα[στα]θείς.
Search Help
Contact Us