[ ]
Phokis — Delphi — 63/2-51/0 BC
1 | [ἄρ]χοντος Γ̣[ο]ρ[γίλ]ου, μηνὸς Ἐν[δ]υ[σπ]οι[τ]ροπίου, βουλευόντ[ων] |
Σωστράτου τοῦ Διονυ[σίο]υ, Εὐκλείδα τοῦ Ἡρακλείδα, Σωτύλου τοῦ | |
[Ἡράκ]ωνος, ἀπέδοτο Πολυτιμίδας Μελισ<σ>ίωνος τῶι Ἀπόλλωνι τῶι Πυθίωι, | |
συνευαρεστεούσας καὶ <τᾶς> ματρὸς [Σ]ωτίμα[ς] καὶ τᾶς ἀδελφᾶς [αὐτοῦ] | |
5 | Εὐτελέας, σώματα ἀνδρεῖα μ[έν], οἷς ὀνόματα Νικομήδης, Ἀντίων, Φίλων, [γυναικεῖα] |
[δέ], αἷς ὀνόματα Ἀφροδισία, Ὀνασί[φ]ορον, Μοῦσις, Εὐφροσύνα, Εὐτυχίς, τιμᾶς ἐν ἑνὶ ἀργυ- | |
ρίου μνᾶν τριάκοντα, καὶ τὰν τιμὰν ἀπέχει πᾶσαν. βεβαιωτῆρες κατὰ τοὺς νόμους τᾶς πόλιος | |
Διονύσιος Ἀστοξένου Κ<αρ>τ<ε>ριανός, [Φ]ιλιστίων Διοκλέος. παραμεινάτωσαν δὲ Νικομήδης, | |
[Ἀν]τίων, Φίλων, Μοῦσις, Ε[ὐφροσύ]να, Εὐτυχὶς Πολυτιμίδᾳ Μελισσίωνος καὶ Σωτίμᾳ Πολείτα, ἕως | |
10 | κα ζόωντι, ποιοῦντες πᾶν [τὸ ἐ]πιτασσόμενον. εἰ δὲ μὴ ποιέωντι, κυ<ρί>α ἔστω Σωτίμα |
[κ]αὶ Πολυτιμίδας ἐπιτιμέοντες ὡς δούλοις. ἐπεὶ δὲ κά [τι] περὶ Σωτίμαν γένη[τ]αι ἀνθρωπι- | |
νὸν ἢ περὶ Πολυτιμίδαν, οἱ προγεγραμ<μ>ένοι παραμεινάτωσαν Εὐτελείᾳ, θυγατρὶ Σωτίμας, | |
ποιοῦντες τὸ ἐπιτασσόμενον, καθὼς ὑπεράνω γέγραπται, ἐκτὸ[ς] Μούσιος. Μοῦσις δὲ {ε} ἐλευ- | |
θέρα ἔστω καὶ ἀπολελυμένα τᾶς παραμονᾶς, καθὼς ὑπεράνω γέγραπται. Ὀνασίφορον δὲ καὶ Ἀ- | |
15 | φροδισία ἐλεύθεραι ἔστωσαν καὶ ἀνέφαπτοι, ἀποτρέχουσαι ᾇ κα θέλωντι καὶ ποιοῦσαι ὅ κα θέλωντι. |
εἰ δέ τι ἀν[θ]ρω[π]ινὸν γένοιτο περὶ Εὐτελείαν πρὸ τοῦ μεταλ<λ>άξαι Σωτίμαν, [ἀ]ποδότωσαν οἱ προγεγρα[μ]- | |
μένοι τοῖς κλαρονόμοις τοῖς Εὐτελέας ἀργυρίου μνᾶς τρεῖς ἕκαστος vac. καθὼς ὑπεράνω γέ- | |
γραπται, καὶ ἀ[π]ολελυμένο[ι ἔ]στωσαν. [ε]ἰ δὲ Νεικομήδης ἢ Ἀντίων ἢ Φίλων Σωτίμας μεταλ<λ>αξάσας | |
θέλοισαν ἐλεύθεροι εἶμεν καὶ μὴ παρα<μένειν> Εὐτελείᾳ, ὁ θέλων α[ὐ]τῶν ἀ[π]οτεισάτω Εὐτελέᾳ ἀργυρίου | |
20 | μνᾶς τρεῖς. ὡσαύτως δὲ καὶ Εὐτυχὶς ἀποτεισάτω ἀργυρίου μνᾶς δύο καὶ ἐλεύ[θε]ροι ἔστωσαν. εἰ <δέ> τις |
ἐφάπτοιτο ἐπὶ καταδουλισμῷ, οἵ τε βεβαιωτῆρες βεβαίους παρεχέτωσαν τῷ θεῶι τὰς ὠνὰς καὶ οἱ ἀπο- | |
δόμενοι. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων ἐπ’ ἐλευθερίᾳ ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δί- | |
κας καὶ ζαμίας. μάρτυροι οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος Λαιάδας καὶ Νικόστρατος. ἰδιῶται Ἀμύντας Πάσωνος, | |
Εὐκλείδας, Μεγάρτας, Πολυτιμίδας. |