[ ] Phokis — Delphi — 63/2-51/0 BC
1 [ἄρ]χοντος Γ̣[ο]ρ[γίλ]ου, μηνὸς Ἐν[δ]υπ]οι[τ]ροπίου, βουλευόντ[ων]
Σωστράτου τοῦ Διονυ[σίο]υ, Εὐκλείδα τοῦ Ἡρακλείδα, Σωτύλου τοῦ
[Ἡράκ]ωνος, ἀπέδοτο Πολυτιμίδας Μελισ<σ>ίωνος τῶι Ἀπόλλωνι τῶι Πυθίωι,
συνευαρεστεούσας καὶ <τᾶς> ματρὸς [Σ]ωτίμα[ς] καὶ τᾶς ἀδελφᾶς [αὐτοῦ]
5 Εὐτελέας, σώματα ἀνδρεῖα μ[έν], οἷς ὀνόματα Νικομήδης, Ἀντίων, Φίλων, [γυναικεῖα]
[δέ], αἷς ὀνόματα Ἀφροδισία, Ὀνασί[φ]ορον, Μοῦσις, Εὐφροσύνα, Εὐτυχίς, τιμᾶς ἐν ἑνὶ ἀργυ-
ρίου μνᾶν τριάκοντα, καὶ τὰν τιμὰν ἀπέχει πᾶσαν. βεβαιωτῆρες κατὰ τοὺς νόμους τᾶς πόλιος
Διονύσιος Ἀστοξένου Κ<αρ>τ<ε>ριανός, [Φ]ιλιστίων Διοκλέος. παραμεινάτωσαν δὲ Νικομήδης,
[Ἀν]τίων, Φίλων, Μοῦσις, Ε[ὐφροσύ]να, Εὐτυχὶς Πολυτιμίδᾳ Μελισσίωνος καὶ Σωτίμᾳ Πολείτα, ἕως
10 κα ζόωντι, ποιοῦντες πᾶν [τὸ ἐ]πιτασσόμενον. εἰ δὲ μὴ ποιέωντι, κυ<ρί>α ἔστω Σωτίμα
[κ]αὶ Πολυτιμίδας ἐπιτιμέοντες ὡς δούλοις. ἐπεὶ δὲ κά [τι] περὶ Σωτίμαν γένη[τ]αι ἀνθρωπι-
νὸν ἢ περὶ Πολυτιμίδαν, οἱ προγεγραμ<μ>ένοι παραμεινάτωσαν Εὐτελείᾳ, θυγατρὶ Σωτίμας,
ποιοῦντες τὸ ἐπιτασσόμενον, καθὼς ὑπεράνω γέγραπται, ἐκτὸ[ς] Μούσιος. Μοῦσις δὲ {ε} ἐλευ-
θέρα ἔστω καὶ ἀπολελυμένα τᾶς παραμονᾶς, καθὼς ὑπεράνω γέγραπται. Ὀνασίφορον δὲ καὶ Ἀ-
15 φροδισία ἐλεύθεραι ἔστωσαν καὶ ἀνέφαπτοι, ἀποτρέχουσαι ᾇ κα θέλωντι καὶ ποιοῦσαι ὅ κα θέλωντι.
εἰ δέ τι ἀν[θ]ρω[π]ινὸν γένοιτο περὶ Εὐτελείαν πρὸ τοῦ μεταλ<λ>άξαι Σωτίμαν, [ἀ]ποδότωσαν οἱ προγεγρα[μ]-
μένοι τοῖς κλαρονόμοις τοῖς Εὐτελέας ἀργυρίου μνᾶς τρεῖς ἕκαστος vac. καθὼς ὑπεράνω γέ-
γραπται, καὶ ἀ[π]ολελυμένο[ι ἔ]στωσαν. [ε]ἰ δὲ Νεικομήδης ἢ Ἀντίων ἢ Φίλων Σωτίμας μεταλ<λ>αξάσας
θέλοισαν ἐλεύθεροι εἶμεν καὶ μὴ παρα<μένειν> Εὐτελείᾳ, ὁ θέλων α[ὐ]τῶν ἀ[π]οτεισάτω Εὐτελέᾳ ἀργυρίου
20 μνᾶς τρεῖς. ὡσαύτως δὲ καὶ Εὐτυχὶς ἀποτεισάτω ἀργυρίου μνᾶς δύο καὶ ἐλεύ[θε]ροι ἔστωσαν. εἰ <δέ> τις
ἐφάπτοιτο ἐπὶ καταδουλισμῷ, οἵ τε βεβαιωτῆρες βεβαίους παρεχέτωσαν τῷ θεῶι τὰς ὠνὰς καὶ οἱ ἀπο-
δόμενοι. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων ἐπ’ ἐλευθερίᾳ ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δί-
κας καὶ ζαμίας. μάρτυροι οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος Λαιάδας καὶ Νικόστρατος. ἰδιῶται Ἀμύντας Πάσωνος,
Εὐκλείδας, Μεγάρτας, Πολυτιμίδας.
Search Help
Contact Us